호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ Σαπφοῖ ὁ Ἀντιφάνης αὐτὴν τὴν ποιήτριαν προβάλλουσαν ποιεῖ γρίφους τόνδε τὸν τρόπον, ἐπιλυομένου τινὸς οὕτως, ἡ μὲν γάρ φησιν ἔστι φύσις θήλεια βρέφη σῴζουσ1 ὑπὸ κόλποις αὑτῆς, ὄντα δ ἄφωνα βοὴν ἵστησι γεγωνὸν καὶ διὰ πόντιον οἶδμα καὶ ἠπείρου διὰ πάσης οἷς ἐθέλει θνητῶν, τοῖς δ οὐδὲ παροῦσιν ἀκούειν ἔξεστιν κωφὴν δ ἀκοῆς αἴσθησιν ἔχουσιν.? ταῦτά τις ἐπιλυόμενός φησιν ἡ μὲν φύσις γὰρ ἣν λέγεις ἐστὶν πόλις, βρέφη δ ἐν αὑτῇ διατρέφει τοὺς ῥήτορας. οὗτοι κεκραγότες δὲ τὰ διαπόντια τἀκ τῆς Ἀσίας καὶ τἀπὸ Θρᾴκης λήμματα ἕλκουσι δεῦρο. νεμομένων δὲ πλησίον αὐτῶν κάθηται λοιδορουμένων τ ἀεὶ ὁ δῆμος οὐδὲν οὔτ ἀκούων οὔθ ὁρῶν.
ς. ληρεῖς ἔχων. πῶς γὰρ γένοιτ ἄν, ὦ πάτερ, ῥήτωρ ἄφωνος· β. ἢν ἁλῷ τρὶς παρανόμων. καὶ μὴν ἀκριβῶς ᾠόμην ἐγνωκέναι τὸ ῥηθέν. ἀλλὰ δὴ λέγε. ἔπειτα ποιεῖ τὴν Σαπφὼ διαλυομένην τὸν γράφον οὕτως: ἄφωνα δ ὄντα ταῦτα τοῖς πόρρω λαλεῖ οἷς βούλεθ ἕτερος δ ἂν τύχῃ τις πλησίον ἑστὼς ἀναγιγνώσκοντος οὐκ ἀκούσεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기