호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πίομαι δὲ ἄνευ τοῦ ū λεκτέον, ἐκτείνοντας δὲ τὸ ι.? οὕτω γὰρ ἔχει καὶ τὸ Ὁμηρικόν: πιόμεν ἐκ βοτάνης. καὶ Ἀριστοφάνης Ἱππεῦσιν οὔποτ ἐκ ταὐτοῦ μεθ ἡμῶν πίεται ποτηρίου. καὶ ἐν ἄλλοις: πικρότατον οἶνον τήμερον πίει τάχα. ἐνίοτε δὲ καὶ συστέλλουσι τὸ , ὡς Πλάτων ἐν Ταῖς ἀφ ἱερῶν οὐδ ὅστις αὐτῆς ἐκπίεται τὰ χρήματα. καὶ ἐν Σύρφακι: καὶ πίεσθ ὕδωρ πολύ πίε δὲ δισυλλάβως Μένανδρος ἐν Ἐγχειριδίῳ: πίε. Β. πιεῖν ἀναγκάσω τὴν ἱερόσυλον πρῶτα. καὶ τῆ πίε:
καὶ σὺ οὖν, ὦ ἑταῖρε, κατὰ τὸν Ἄλεξιν, ὃς ἐν Διδύμοις φησί: τούτῳ πρόπιθ, ἵνα καὐτὸς ἄλλῳ καὶ γένηται ἡ παρ Ἀνακρέοντι καλουμένη ἐπίστιος. φησὶ γὰρ ὁ μελοποιός: μηδ ὥστε κῦμα πόντιον λάλαζε, τῇ πολυκρότῃ σὺν Γαστροδώρῃ καταχύδην πίνουσα τὴν ἐπίστιον.
τοῦτο δ ἡμεῖς ἀνίσωμά φαμεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기