- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 65

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 65)

μετὰ ταῦτα ὁ Οὐλπιανὸς προπιών τινι τῶν ἑταίρων ἔφη :? ἀλλὰ κατὰ τὸν Ἀντιφάνην, ὦ φιλότης, ὃς ἐν Ἀγροίκοις φησὶν ὅλην μύσας ἔκπινε. β.

μέγα τὸ φορτίον, α. οὐχ ὅστις αὐτῆς ἐστιν ἐμπείρως ἔχων, πῖθι οὖν, ὦ ἑταῖρε. καὶ μὴ μεστὰς ἀεὶ ἕλκωμεν, ὁ αὐτός φησιν Ἀντιφάνης ἐν τῷ Τραυματίᾳ ἀλλὰ καὶ λογίσκος εἰς μέσον παταξάτω τις καί τι καὶ μελίσκιον, στροφὴ λόγων παρελθέτω τις. ἡδύ τοι ἐστὶν μεταβολὴ παντὸς ἔργου πλὴν ἑνός παραδίδου δ ἑξῆς ἐμοὶ τὸν ἀρκεσίγυιον, ὡς ἔφασκ Εὐριπίδης. β.

Εὐριπίδης γὰρ τοῦτ ἔφασκεν· α. ἀλλὰ τίς· β. Φιλόξενος δήπουθεν. α. οὐδὲν διαφέρει, ὦ τάν: ἐλέγχεις μ ἕνεκα συλλαβῆς μιᾶς. καὶ ὃς τὸ δὲ πῖθι τίς εἴρηκεν·

ἀπεσκοτώθης, φίλτατε, ἔφη ὁ Οὐλπιανός, σπάσας οἴνου τοσοῦτον, παρὰ Κρατίνῳ ἔχεις ἐν Ὀδυσσεῦσι: τῆ νῦν τόδε πῖθι λαβὼν ἤδη καὶ τοὔνομά μ εὐθὺς ἐρώτα. καὶ Ἀντιφάνης ἐν Μύστιδι: σὺ δ ἀλλὰ πῖθι.

β. τοῦτο μέν σοι πείσομαι: καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους τοῦ τῆς ἑορτῆς, οὗ μὲν ἦμεν ἄρτι γὰρ ἐξ ὀξυβαφίων κεραμεῶν ἐπίνομεν: τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ οἱ θεοὶ τῷ δημιουργῷ δοῖεν ὃς ἐποίησέ σε, τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα. καὶ Δίφιλος ἐν Βαλανείῳ:

ἔγχεον μεστὴν τὸ θνητὸν περικάλυπτε τῷ θεῷ. πῖθι: ταῦτα γὰρ παρ ἡμῖν Διὸς ἑταιρείου, πάτερ. Ἀμειψίας Σφενδόνῃ, λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον. Μένανδρος Αὐλητρίδι: ἐλλέβορον ἤδη πώποτ ἔπιες, Σωσία· σω. ἅπαξ. α. πάλιν νυν πῖΣ32θι: μαίνει γὰρ κακῶς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION