- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 63

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 63)

Ἡγήσανδρος δὲ ὁ Δελφὸς καὶ ἐξοίνους τινὰς κέκληκε λέγων οὕτως:? "Κόμβων καὶ Ῥοδοφῶν τῶν ἐν Ῥόδῳ πολιτευσαμένων ὄντες ἦσαν ἔξοινοι. "καὶ ὁ Κόμβων εἰς κυβευτὴν σκώπτων τὸν Ῥοδοφῶντα ἔλεγεν ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι κυβευταί. Ῥοδοφῶν τε ἐκείνῳ τὴν περὶ τὰς γυναῖκας σπουδὴν καὶ τὴν ἀκρασίαν ὠνείδιζεν οὐδεμιᾶς ἀπεχόμενος λοιδορίας. Θεόπομπος δ ἐν τῇ ἑκκαιδεκάτῃ τῶν ἱστοριῶν περὶ ἄλλου ῾ Ῥοδίου διαλεγόμενός φησι: "τοῦ δὲ Ἡγησιλόχου τὰ μὲν ἀχρείου γεγονότος ὑπὸ οἰνοφλυγίας καὶ κύβων καὶ παντάπασιν οὐκ ἔχοντος ἀξίωμα παρὰ τοῖς Ῥοδίοις, ἀλλὰ διαβεβλημένου διὰ τὴν ἀσωτίαν τὴν τοῦ βίου καὶ παρὰ τοῖς ἑταίροις καὶ παρὰ τοῖς ἄλλοις πολίταις. "καὶ πολλὰς μὲν γυναῖκας εὐγενεῖς καὶ τῶν πρώτων ἀνδρῶν ᾔσχυναν, οὐκ ὀλίγους δὲ παῖδας καὶ νεανίσκους διέφθειραν:

"εἰς τοῦτο δὲ προέβησαν ἀσελγείας, ὥστε καὶ κυβεύειν ἠξίωσαν πρὸς ἀλλήλους περὶ τῶν γυναικῶν τῶν ἐλευθέρων καὶ διωμολογοῦντο τοὺς ἐλάττω τοῖς ἀστραγάλοις βάλλοντας ἥντινα χρὴ τῶν πολιτίδων τῷ νικῶντι εἰς συνουσίαν ἀγαγεῖν, οὐδεμίαν ὑπεξαιρούμενοι πρόφασιν, ἀλλ ὅπως ἕκαστος εἰή δυνατὸς πείθων ἢ βιαζόμενος, οὕτω προστάττοντες ἄγειν. "καὶ ταύτην τὴν κυβείαν ἔπαιζον μὲν καὶ τῶν ἄλλων Ῥοδίων τινές, ἐπιφανέστατα δὲ καὶ πλειστάκις αὐτὸς ὁ Ἡγησίλοχος ὁ προστατεῖν τῆς πόλεως ἀξιῶν. Ἀνθέας δὲ ὁ Λίνδιος, συγγενὴς δὲ εἶναι φάσκων Κλεοβούλου τοῦ σοφοῦ, ὥς φησι Φιλόμνηστος ἐν τῷ περὶ τῶν ἐν Ῥόδῳ Σμινθείων, πρεσβύτερος καὶ εὐδαίμων ἄνθρωπος εὐφυής τε περὶ ποίησιν ὢν πάντα τὸν βίον ἐδιονυσίαζεν, ἐσθῆτά τε Διονυσιακὴν φορῶν καὶ πολλοὺς τρέφων συμβάκχους, ἐξῆγέν τε κῶμον αἰεὶ μεθ ἡμέραν καὶ νύκτωρ.

καὶ πρῶτος εὑρ῀ε τὴν διὰ τῶν συνθέτων ὀνομάτων ποίησιν, ᾗ Ἀσωπόδωρος ὁ Φλιάσιος ὕστερον ἐχρήσατο ἐν τοῖς καταλογάδην ἰάμβοις.

οὗτος δὲ καὶ κωμῳδίας ἐποίει καὶ ἄλλα πολλὰ ἐν τούτῳ τῷ τρόπῳ τῶν ποιημάτων, ἃ ἐξῆρχε τοῖς μεθ αὑτοῦ φαλλοφοροῦσι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION