호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀν Ἐπιτρόπῳ δ’ ἔφη· πολὺσ γὰρ οἶνοσ πόλλ’ ἁμαρτάνειν ποεῖ. Κρώβυλὸσ τ’ ἐν ’ Ἀπολιπούσῃ· · τὸ γὰρ ἐνδελεχῶσ μεθύειν τίν’ ἡδονὴν ἔχει; ἀποστεροῦντα ζῶνθ’ ἑαυτὸν τοῦ φρονεῖν, ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσισ. οὐ χρὴ οὖν μεθύειν. φησὶν ὁ Πλάτων ἐν η’ Πολιτείασ, "ἐλευθερίασ διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω τοῦ δέοντοσ ἀκράτου αὐτῆσ μεθυσθῇ, τοὺσ ἄρχοντασ δή, ἂν μὴ πάνυ πρᾷοι ὦσι καὶ πολλὴν παρέχωσι τὴν ἐλευθερίαν, κολάζει αἰτιωμένη ὡσ μιαρούσ τε καὶ ὀλιγαρχικούσ, τοὺσ δὲ κατηκόουσ τῶν ἀρχόντων προπηλακίζει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기