호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀν Ἐπιτρόπῳ δ ἔφη:? πολὺς γὰρ οἶνος πόλλ ἁμαρτάνειν ποεῖ. Κρώβυλὸς τ ἐν Ἀπολιπούσῃ: : τὸ γὰρ ἐνδελεχῶς μεθύειν τίν ἡδονὴν ἔχει· ἀποστεροῦντα ζῶνθ ἑαυτὸν τοῦ φρονεῖν, ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις. οὐ χρὴ οὖν μεθύειν. φησὶν ὁ Πλάτων ἐν η Πολιτείας, "ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου αὐτῆς μεθυσθῇ, τοὺς ἄρχοντας δή, ἂν μὴ πάνυ πρᾷοι ὦσι καὶ πολλὴν παρέχωσι τὴν ἐλευθερίαν, κολάζει αἰτιωμένη ὡς μιαρούς τε καὶ ὀλιγαρχικούς, τοὺς δὲ κατηκόους τῶν ἀρχόντων προπηλακίζει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기