호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι δὲ φίλοινον τὸ τῶν γυναικῶν γένος κοινόν.? οὐκ ἀχαρίτως δὲ καὶ ὁ Ξέναρχος ἐν τῷ Πεντάθλῳ γυναῖκά τινα παράγει φρικτότατον ὁρ´κον ὀμνύουσαν τόνδε: οὕτως ἐμοὶ γένοιτο σοῦ ζώσης, τέκνον, ἐλευθέριον πιοῦσαν οἶνον ἀποθανεῖν. παρὰ Ῥωμαίοις δέ, ὥς φησι Πολύβιος ἐν τῇ ἕκτῃ, ἀπείρηται γυναιξὶ πίνειν οἶνον : τὸ δὲ καλούμενον πάσσον πίνουσι. τοῦτο δὲ ποιεῖται μὲν ἐκ τῆς ἀσταφίδος καί ἐστι παραπλήσιος πινόμενος τῷ Αἰγοσθενίτῃ τῷ γλυκεῖ καὶ τῷ Κρητικῷ:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기