호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ πλείστων παραγινομένων ἐν τοῖς γυμνασίοις, πάντας ἐκ χρυσῶν ὁλκείων ἤλειφε κροκίνῳ μύρῳ καὶ κινναμωμίνῳ καὶ ναρδίνῳ καὶ ἀμαρακίνῳ καὶ ἰρίνῳ.? καὶ συγκαλῶν αὐτοὺς εἰς εὐωχίαν ποτὲ μὲν χίλια τρίκλινα, ποτὲ δὲ χίλια πεντακόσια συνεπλήρου μετὰ πολυτελεστάτης κατασκευῆς, καὶ ὁ χειρισμὸς τῆς διακονίας δι αὐτοῦ ἐγίνετο κατὰ γὰρ τὰς εἰσόδους ἐφιστάμενος οὓς μὲν εἰσῆγεν, οὓς δ ἀνέκλινεν, καὶ τοὺς διακόνους δὲ τοὺς τὰς παραθέσεις εἰσφέροντας αὐτὸς εἰσῆγε, καὶ περιπορευόμενος οὗ μὲν προσεκάθιζεν, οὗ δὲ προσανέπιπτε. καὶ ποτὲ μὲν ἀποθέμενος μεταξὺ τὸν ψωμόν, ποτὲ δὲ τὸ ποτήριον ἀνεπήδα καὶ μετανίστατο καὶ περιῄει τὸν πότον προπόσεις λαμβάνων ὀρθὸς ἄλλοτε παρ ἄλλοις, ἅμα δὲ τοῖς ἀκροάμασι προσπαίζων. καὶ ὑπὸ τῶν μίμων εἰσεφέρετο ὅλος συγκεκαλυμμένος καὶ ἐτίθετο εἰς τὴν γῆν ὡς εἷς ὢν τῶν μίμων καὶ τῆς συμφωνίας προκαλουμένης ὁ βασιλεὺς ἀναπηδήσας ὠρχεῖτο γυμνὸς καὶ προσέπαιζε τοῖς μίμοις, ὥστε πάντας αἰσχύνεσθαι.
τοιαῦτα ἀπεργάζεται τοὺς ταλαιπώρους ἡ πρὸς τῇ μέθῃ ἀπαιδευσία. φιλοπότης δ ἦν καὶ ὁ ὁμώνυμος αὐτῷ Ἀντίοχος, ὁ ἐν Μηδίᾳ πρὸς Ἀρσάκην πολεμήσας, ὡς ἱστορεῖ Ποσειδώνιος ὁ Ἀπαμεὺς ἐν τῇ ἑκκαιδεκάτῃ τῶν ἱστοριῶν. ἀναιρεθέντος γοῦν αὐτοῦ τὸν Ἀρσάκην θάπτοντα αὐτὸν λέγειν ἔσφηλέν σε, Ἀντίοχε, θάρσος καὶ μέθη: ἤλπιζες γάρ ἐν μεγάλοις ποτηρίοις τὴν Ἀρσάκου βασιλείαν ἐκπιεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기