호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔπινε δὲ πλεῖστον καὶ Ἀρκαδίων ἄδηλον δ εἰ ὁ Φιλίππῳ διεχθρεύσας, ὡς τὸ ἐπίγραμμα δηλοῖ, ὅπερ ἀνέγραψε Πολέμων ἐν τῷ περὶ τῶν κατὰ πόλεις ἐπιγραμμάτων τοῦ πολυκώθωνος τοῦτ ἠρίον Ἀρκαδίωνος ἄστεος ὤρθωσαν τῇδε παρ ἀτραπιτῷ υἱῆες Δόρκων καὶ Χαρμύλος.? ἔφθιτο δ ὡνήρ, ὤνθρωπ, ἐκ χανδῆς ζωροποτῶν κύλικος. Ἐρασίξενον δέ τινα πεπωκέναι πλεῖστόν φησι τὸ ἐπ αὐτῷ ἐπίγραμμα: τὸν βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς ἀκρήτου προποθεῖσ1 ᾤχετ ἔχουσα κύλιξ. ἔπινε δὲ πλεῖστον καὶ Ἀλκέτας ὁ Μακεδών, ὥς φησιν Ἄριστος ὁ Σαλαμίνιος, καὶ Διότιμος ὁ Ἀθηναῖος. οὗτος δὲ καὶ Χώνη ἐπεκαλεῖτο: ἐντιθέμενος γὰρ τῷ στόματι χώνην ἀπαύστως ἔπινεν ἐπιχεομένου οἴνου: ὅθεν καὶ Χώνη ἐπεκλήθη, ὥς φησι Πολέμων. Κλεομένης δὲ ὁ Λακεδαιμόνιος ὅτι καὶ ἀκρατοπότης ἦν προείρηται: ὅτι δὲ διὰ μέθην ἑαυτὸν καὶ μαχαίρᾳ κατέτεμεν ῾ Ἡρόδοτος ἱστόρησε.
καὶ Ἀλκαῖος δ ὁ ποιητὴς φιλοπότης ἦν, ὡς προεῖπον. Βάτων δ ὁ Σινωπεὺς ἐν τοῖς περὶ Ιὤνος τοῦ ποιητοῦ φιλοπότην φησὶ γενέσθαι καὶ ἐρωτικώτατον τὸν Ιὤνα. καὶ αὐτὸς δὲ ἐν τοῖς ἐλεγείοις ἐρᾶν μὲν ὁμολογεῖ Χρυσίλλης τῆς Κορινθίας, Τελέου δὲ θυγατρός: ἧς καὶ Περικλέα τὸν Ὀλύμπιον ἐρᾶν φησι Τηλεκλείδης ἐν Ἡσιόδοις. Ξέναρχος δὲ ὁ Ῥόδιος διὰ τὴν πολυποσίαν Μετρητὴς ἐπεκαλεῖτο: μνημονεύει αὐτοῦ Εὐφορίων ὁ ἐποποιὸς ἐν Χιλιάσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기