호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κοτύλασ χωροῦν δέκα ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία, τρὶσ ἐξέπιον μεστὸν γ’. ’ ’ οὐδὲν δέομαι ἔφη, ’ Ἀλεξάνδρου πιὼν τοῦ Ἀσκληπιοῦ δεῖσθαι. στρ. Ἀλεξάνδρου πλέον τοῦ βασιλέωσ πέπωκασ. Α. οὐκ ἔλαττον, οὐ μὰ τὴν Ἀθηνᾶν. στρ. μέγα γε. Νικοβούλη δὲ ἢ ὁ ἀναθεὶσ ταύτῃ τὰ συγγράμματά φησιν ὅτι παρὰ Μηδείῳ τῷ Θεσσαλῷ δειπνῶν ὁ Ἀλέξανδροσ εἴκοσιν οὖσιν ἐν τῷ συμποσίῳ πᾶσι προὔπιε, παρὰ πάντων τὰ ἴσα λαμβάνων, καὶ ἀναστὰσ ἐκ τοῦ συμποσίου μετ’ οὐ πολὺ ἀνεπαύετο. Καλλισθένησ δὲ ὁ σοφιστήσ, ὡσ Λυγκεὺσ ὁ Σάμιόσ φησιν ἐν τοῖσ ἀπομνημονεύμασι καὶ Ἀριστόβουλοσ καὶ Χάρησ ἐν ταῖσ ἱστορίαισ, ἐν τῷ συμποσίῳ τοῦ Ἀλεξάνδρου τῆσ τοῦ ἀκράτου κύλικοσ εἰσ αὐτὸν ἐλθούσησ ὡσ διωθεῖτο, εἰπόντοσ τέ τινοσ αὐτῷ ’ διὰ τί οὐ πίνεισ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기