호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔπινε δὲ καὶ Πρωτέας ὁ Μακεδὼν πλεῖστον, ὥς φησιν Ἔφιππος ἐν τῷ περὶ τῆς Ἀλεξάνδρου καὶ Ἡφαιστίωνος ταφῆς, καὶ εὐρώστῳ τῷ σώματι διῆγε, καίτοι τῷ πιεῖν ἐγγεγυμνασμένος ὤν.? Ἀλέξανδρος γοῦν αἰτήσας ποτὲ ποτήριον δίχουν καὶ πιὼν προὔπιε τῷ Πρωτέᾳ. καὶ ὃς λαβὼν καὶ πολλὰ ὑμνήσας τὸν βασιλέα ἔπιεν, ὡς ὑπὸ πάντων κροταλισθῆναι. καὶ μετ ὀλίγον τὸ αὐτὸ ποτήριον αἰτήσας ὁ Πρωτέας καὶ πάλιν πιὼν προὔπιε τῷ βασιλεῖ. ὁ δὲ Ἀλέξανδρος λαβὼν ἔσπασε μὲν γενναίως, οὐ μὴν ὑπήνεγκεν, ἀλλ ἀπέκλινεν ἐπὶ τὸ προσκεφάλαιον ἀφεὶς τῶν χειρῶν τὸ ποτήριον. καὶ ἐκ τούτου νοσήσας ἀπέθανε, τοῦ Διονύσου, φησί, μηνίσαντος αὐτῷ, διότι τὴν πατρίδα αὐτοῦ τὰς Θήβας ἐπολιόρκησεν. ἔπινε δὲ ὁ Ἀλέξανδρος πλεῖστον, ὡς καὶ ἀπὸ τῆς μέθης συνεχῶς κοιμᾶσθαι δύο ἡμέρας καὶ δύο νύκτας, δηλοῦται δὲ τοῦτο ἐν ταῖς Ἐφημερίσιν αὐτοῦ, ἃς ἀνέγραψαν Εὐμένης τε ὁ Καρδιανὸς καὶ Διόδοτος ὁ Ἐρυθραῖος. Μένανδρος δὲ ἐν Κόλακί φησι: κοτύλας χωροῦν δέκα ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία, τρὶς ἐξέπιον μεστὸν γ.
οὐδὲν δέομαι ἔφη, Ἀλεξάνδρου πιὼν τοῦ Ἀσκληπιοῦ δεῖσθαι. στρ. Ἀλεξάνδρου πλέον τοῦ βασιλέως πέπωκας. Α. οὐκ ἔλαττον, οὐ μὰ τὴν Ἀθηνᾶν. στρ. μέγα γε. Νικοβούλη δὲ ἢ ὁ ἀναθεὶς ταύτῃ τὰ συγγράμματά φησιν ὅτι παρὰ Μηδείῳ τῷ Θεσσαλῷ δειπνῶν ὁ Ἀλέξανδρος εἴκοσιν οὖσιν ἐν τῷ συμποσίῳ πᾶσι προὔπιε, παρὰ πάντων τὰ ἴσα λαμβάνων, καὶ ἀναστὰς ἐκ τοῦ συμποσίου μετ οὐ πολὺ ἀνεπαύετο. Καλλισθένης δὲ ὁ σοφιστής, ὡς Λυγκεὺς ὁ Σάμιός φησιν ἐν τοῖς ἀπομνημονεύμασι καὶ Ἀριστόβουλος καὶ Χάρης ἐν ταῖς ἱστορίαις, ἐν τῷ συμποσίῳ τοῦ Ἀλεξάνδρου τῆς τοῦ ἀκράτου κύλικος εἰς αὐτὸν ἐλθούσης ὡς διωθεῖτο, εἰπόντος τέ τινος αὐτῷ διὰ τί οὐ πίνεις·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기