- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 36

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 36)

ὁ δ Ἀνακρέων ἔτι ζωρότερον ἐν οἷς φησι:? καθαρῇ δ ἐν κελέβῃ πέντε τε καὶ τρῖς ἀναχείσθω. Φιλέταιρος δ ἐν Τηρεῖ δύο ὕδατος πρὸς τρεῖς ἀκράτου, λέγει δὲ οὕτως: πεπωκέναι δοκεῖ τὸν κατὰ δύο καὶ τρεῖς ἀκράτου. Φερεκράτης δ ἐν Κοριαννοῖ δύο ὕδατος πρὸς τέσσαρας οἴνου, λέγων ὧδε: ἄποτος ὦ Γλύκη. ὑδαρῆ νέχεέν σοι· παντάπασι μὲν οὖν ὕδωρ. τί εἰργάσω· πῶς, ὦ κατάρατε, ἐνέχεας· δύ ὕδατος, ὦ μάμμη. τί δ οἴνου· τέτταρας. ἔρρ ἐς κόρακας: βατράχοισιν οἰνοχοεῖν σ1 ἔδει. ἔφιππος δ ἐν Κίρκῃ τρεῖς πρὸς τέτταρας:

πατάξω τ ἴσον ἴσῳ ποτηρίοις μεγάλοις ἅπασαν τὴν ἀλήθειαν φράσαι. οἶνον πίοις ἂν ἀσφαλέστερον πολὺ ὑδαρῆ. Β. μὰ τὴν γῆν, ἀλλὰ τρία καὶ τέτταρα. α. οὕτως ἄκρατον, εἰπέ μοι, πίῃ· β: φής· ἴσον ἴσῳ δὲ Τιμοκλῆς ἐν Κονισάλῳ: καὶ Ἄλεξις ἐν Δορκίδι ἢ Ποππυζούσῃ:

τρεῖς φιλοτησίας ἐγὼ μεστὰς προπίνω ἴσον ἴσῳ κεκραμένας. καὶ Ξέναρχος ἢ Τιμοκλῆς ἐν Πορφύρᾳ: μὰ τὸν Διόνυσον, ὃν σὺ λάπτεις ἴσον ἴσῳ. Σώφιλος δ ἐν Ἐγχειριδίῳ: συνεχὴς ἄκρατος ἐδίδοτ ἴσον ἴσῳ. πάλιν τὴν μείζον ᾔτουν. Ἄλεξις Τοκιστῇ ἢ Καταψευδομένῳ : μὴ παντελῶς αὐτῷ δίδου ὑδαρῆ, κατανοεῖς· ἴσον ἴσῳ μίγνυ.

χτχρ. καλῶς. β. ἡδύ γε τὸ πῶμα. ποδαπὸς ὁ Βρόμιος, Τρύφη· χτχρ. Θάσιος. β. ὅμοιον καὶ δίκαιον τοὺς ξένους πίνειν ξενικόν, τοὺς δ ἐγγενεῖς ἐπιχώριον. ἐν δὲ Ὑποβολιμαίῳ: : ἀπνευστὶ τ ἐκπιὼν ὡς ἄν τις ἥδιστ ἴσον ἴσῳ κεκραμένον. Μένανδρος Ἀδελφοῖς: ὀκτώ τις ὑποχεῖν ἀνεβόα καὶ δώδεκα κυάθους, ἑώς κατέσεισε φιλοτιμούμενος. κατασείειν δ ἔλεγον ἐπὶ τῶν ἐν τοῖς πότοις προπινόντων, τὴν μεταφορὰν λαμβάνοντες ἀπὸ τῶν τοὺς καρποὺς κατασειόντων.

Ἄλεξις δ ἐν Ἀποκοπτομένῃ: ου συμποσίαρχος ἦν γάρ, ἀλλὰ δήμιος ὁ Χαιρέας, κυάθους προπίνων εἴκοσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION