- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 31

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 31)

οὐκ ἐμέθυον δ οἱ πάλαι, ἀλλὰ καὶ Πιττακὸς Περιάνδρῳ τῷ Κορινθίῳ παρῄνει μὴ μεθύσκεσθαι μηδὲ κωμάζειν, ἵν, ἔφη, μὴ γνωσθῇς οἱο῀ς ὢν τυγχάνεις, ἀλλ οὐχ οἱο῀ς προσποιῇ.? κάτοπτρον γὰρ εἴδους χαλκός ἐστ, οἶνος δὲ νοῦ. διὸ καὶ καλῶς οἱ παροιμιαζόμενοι λέγουσι τὸν οἶνον οὐκ ἔχειν πηδάλια. Ξενοφῶν γοῦν ὁ Γρύλλου παρὰ Διονυσίῳ ποτὲ τῷ Σικελιώτῃ πίνειν ἀναγκάζοντος τοῦ οἰνοχόου προσαγορεύσας ὀνομαστὶ τὸν τύραννον τί δή ἔφη, ὦ Διονύσιε, οὐχὶ καὶ ὁ ὀψοποιὸς ἀγαθὸς ὢν καὶ ποικίλος ἀναγκάζει ἡμᾶς εὐωχουμένους ἐσθίειν καὶ μὴ βουλομένους, ἀλλὰ κοσμίως ἡμῖν παρατίθησι τὴν τράπεζαν σιγῶν·

ι καὶ ὁ Σοφοκλῆς δὲ ἐν σατυρικῷ φησιν ὡς ἄρα τὸ πρὸς βίαν πίνειν ἴσον πέφυκε τῷ διψῆν κακόν.

ὅθεν εἴρηται καὶ τὸ οἶνος ἄνωγε γέροντα καὶ οὐκ ἐθέλοντα χορεύειν. Σθένελός τε ὁ ποιητὴς οὐ κακῶς εἴρηκεν οἶνος καὶ φρονέοντας ἐς ἀφροσύνας ἀναβάλλει. ὁ δὲ Φωκυλίδης ἔφη:

χρὴ δ ἐν συμποσίῳ κυλίκων περινισομενάων ἡδέα κωτίλλοντα καθήμενον οἰνοποτάζειν. ἔτι δὲ καὶ νῦν τοῦτο παραμένει: παρ ἐνίοις τῶν Ἑλλήνων. ἐπεὶ δὲ τρυφᾶν ἤρξαντο καὶ χλιδῶσι, κατερρύησαν ἀπὸ τῶν δίφρων ἐπὶ τὰς κλίνας καὶ λαβόντες σύμμαχον τὴν ἀνάπαυσιν καὶ ῥᾳστώνην ἀνειμένως ἤδη καὶ ἀτάκτως ἐχρῶντο τῇ μέθῃ, ὁδηγούσης οἶμαι τῆς παρασκευῆς εἰς τὰς ἡδονάς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION