호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπὶ τούτοις τοῖς λόγοις ἐκπίνων τὸ ποτήριον ὁ Οὐλπιανὸς ἔφη:? τήνδ ἐγὼ μεστὴν ἅπαξ ἐπονομάσας προπίομαι πίστωμα φιλίας συγγενέσι.
καί: πρὸς ὃν ἔτι πίνοντα τῶν παρόντων τις προσέθηκε τὰ λειπόμενα ἰαμβεῖα: πιὼν ἐρῶ τὰ λοιπά3, πνίγομαι γάρ. β. 4 ἀλλ ἐπιρρόφει. καὶ ὁ Οὐλπιανὸς ἐκπιὼν ἔφη : ταῦτα μὲν Κλέαρχος ἐν Κιθαρῳδῷ. ἐγὼ δὲ κατὰ τοὺς Ἄμφιδος Ἐρίθους παρακελεύομαι : ὁ παῖς σοβείτω τοῖς ποτηρίοις συχνούς. πίμπλα σὺ μὲν ἐμοί, σοὶ δ ἐγὼ δώσω πιεῖν ἀμυγδαλῆ μὲν παιζέτω παρ ἀμυγδαλῆν.
ταῦτα δ ἔφη Ξέναρχος ἐν Διδύμοις. αἰτούντων οὖν τῶν μὲν πλέον οἴνου, τῶν δὲ ἴσον ἴσῳ φασκόντων κίρνασθαι, καὶ εἰπόντος τινὸς Ἄρχιππον εἰρηκέναι ἐν δευτέρῳ Ἀμφιτρύωνι: τίς ἐκέρασε σφῶν, ὦ κακόδαιμον, ἴσον ἴσῳ· καὶ Κρατῖνος ἐν Πυτίνῃ: τὸν δ ἴσον ἴσῳ φέροντ : ἀρχαίοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기