호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντιφάνης Μελανίωνι:? τοῦτον ἐγὼ κρίνω μετανιπτρίδα τῆς Ὑγιείας πίνειν ζωροτέρῳ χρώμενον οἰνοχόῳ, ἐν δὲ Λάμπωνι: ὁ δεῖν Ιἆπυξ, κέρασον εὐζωρέστερον. Ἔφιππος Ἐφήβοις: φιάλην ἑκατέρᾳ ἔδωκε κεράσας ζωρότερον Ὁμηρικῶς. τινὲς δὲ καὶ τὸ παρ Ὁμήρῳ ζωρότερον δὲ κέραιρε οὐκ ἄκρατον σημαίνειν φασίν, ἀλλὰ θερμόν, ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기