- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 22

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 22)

Ἀντιφάνης Μελανίωνι:? τοῦτον ἐγὼ κρίνω μετανιπτρίδα τῆς Ὑγιείας πίνειν ζωροτέρῳ χρώμενον οἰνοχόῳ, ἐν δὲ Λάμπωνι: ὁ δεῖν Ιἆπυξ, κέρασον εὐζωρέστερον. Ἔφιππος Ἐφήβοις: φιάλην ἑκατέρᾳ ἔδωκε κεράσας ζωρότερον Ὁμηρικῶς. τινὲς δὲ καὶ τὸ παρ Ὁμήρῳ ζωρότερον δὲ κέραιρε οὐκ ἄκρατον σημαίνειν φασίν, ἀλλὰ θερμόν, ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως· ἑταίρων γὰρ παρόντων νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα οὐκ ἄτοπον, ἄλλοι δὲ τὸ εὔκρατον, ὥσπερ τὸ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ. τινὲς δέ, ἐπεὶ οἱ ἐνιαυτοὶ ὡρ῀οι λέγονται καὶ τὸ ζα ὅτι μέγεθος ἢ πλῆθος σημαίνει, ζωρὸν τὸν πολυέτη λέγεσθαι. Δίφιλος δ ἐν Παιδερασταῖς φησιν ἔγχεον σὺ δὴ πιεῖν. β. εὐζωρότερόν γε νὴ Δί, ὦ παῖ, δὸς: τὸ γὰρ ὑδαρὲς ἅπαν τοῦτ ἐστι τῇ ψυχῇ κακόν.

Θεόφραστος δ ἐν τῷ περὶ μέθης ζωρότερόν φησιν εἶναι τὸ κεκραμένον, παρατιθέμενος Ἐμπεδοκλέους τάδε: αἶψα δὲ θνητὰ φύοντο, τὰ πρὶν μάθον ἀθάνατ εἶναι, ζωρά τε τὰ πρὶν ἄκρητα, διαλλάσσοντα κελεύθους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION