호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δεδείπναμεν εἴρηκε δὲ οὕτως Ἄλεξις ἐν Κουρίδι ἐπεὶ πάλαι δεδείπναμεν Εὔβουλος Προκρίδι:? ἡμεῖς δ οὐδέπω δεδείπναμεν καὶ πάλιν ὃν χρὴ δεδειπνάναι πάλαι καὶ Ἀντιφάνης ἐν Λεωνίδῃ : ἀλλὰ πρὶν δεδειπνάναι ἡμᾶς παρέσται, καὶ Ἀριστοφάνης ἐν Προαγῶνι: ὡρ´α βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην ἤδη γὰρ αὐτοὺς οἰόμαι δεδειπνάναι, καὶ ἐν Δαναίσιν ἤδη παροινεῖς ἐς ἐμὲ πρὶν δεδειπνάναι, καὶ Πλάτων Σοφισταῖς καὶ Ἐπικράτης ὁ Ἀμβρακιώτης - μέσης δ ἐστὶ κωμῳδίας ποιητής - ἐν Ἀμαζόσιν δεδειπνάναι γὰρ ἅνδρες εὐκαίρως πάνυ δοκοῦσί μοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기