호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἔφη:? ἐπεὶ δεδείπναμεν εἴρηκε δὲ οὕτως Ἄλεξις ἐν Κουρίδι ἐπεὶ πάλαι δεδείπναμεν Εὔβουλος Προκρίδι:
ἡμεῖς δ οὐδέπω δεδείπναμεν καὶ πάλιν ὃν χρὴ δεδειπνάναι πάλαι καὶ Ἀντιφάνης ἐν Λεωνίδῃ : ἀλλὰ πρὶν δεδειπνάναι ἡμᾶς παρέσται, καὶ Ἀριστοφάνης ἐν Προαγῶνι: ὡρ´α βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην ἤδη γὰρ αὐτοὺς οἰόμαι δεδειπνάναι, καὶ ἐν Δαναίσιν ἤδη παροινεῖς ἐς ἐμὲ πρὶν δεδειπνάναι, καὶ Πλάτων Σοφισταῖς καὶ Ἐπικράτης ὁ Ἀμβρακιώτης - μέσης δ ἐστὶ κωμῳδίας ποιητής - ἐν Ἀμαζόσιν δεδειπνάναι γὰρ ἅνδρες εὐκαίρως πάνυ δοκοῦσί μοι. καὶ ἠρίσταμεν δ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς:
ὑποπεπώκαμεν γάρ, ὁ ὦνδρες, καὶ καλῶς ἠρίσταμεν, καὶ Ἕρμιππος ἐν Στρατιώταις: ἠριστάναι τουτί Θεόπομπος Καλλαίσχρῳ:
ἠρίσταμεν δεῖ γὰρ συνάπτειν τὸν λόγον. καταριστᾶν δὲ εἴρηκεν ἐν τῷ Πολιτικῷ Ἀντιφῶν οὕτως: ὅτε δή τις πράγματα τὰ ἑαυτοῦ ἢ τὰ τῶν φίλων κατηρίστηκεν παραδεδειπνημένος δ εἴρηκεν Ἄμφις ἐν Πλάνῳ οὕτως : παραδεδειπνημένος, παῖδες, πάλαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기