- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 19

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 19)

μέγα γὰρ ἀνθρώποις κακὸν ἡ γαστήρ, περὶ ἧς φησιν Ἄλεξις ἐν Συναποθνῄσκουσι:? μάθοις τ ἂν οἱο῀ν ἀνθρώποις κακὸν ἐστιν ἡ γαστήρ, διδάσκει δ οἷ ἀναγκάζει θ ὅσα. εἴ τις ἀφέλοι τοῦτ ἀφ ἡμῶν τὸ μέρος ἀπὸ τοῦ σώματος, οὔτ ἂν ἀδικοῖτ οὐδὲν οὐδεὶς οὔτ ὑβρίζοι τἂν ἑκών. νῦν δὲ διὰ ταύτην ἅπαντα γίνεται τὰ δυσχερῆ. Δίφιλος δ ἐν Παρασίτῳ: εὖ γ ὁ κατάχρυσος εἶπε πόλλ Εὐριπίδης, νικᾷ δὲ χρεία μ ἡ ταλαίπωρός τέ μου γαστήρ. ταλαιπωρότερον οὐδέν ἐστι γὰρ τῆς γαστρός: ι εἰς ἣν πρῶτον ἐμβαλεῖς ὅσ1 ἂν οὐχ ἕτερον εἰς ἀγγεῖον. ἐν πήρᾳ φέροις ἄρτους ἄν, ἀλλ οὐ ζωμόν, ἢ διαφθερεῖς. εἰς σπυρίδα μάζας ἐμβαλεῖς, ἀλλ οὐ φακῆν οἰνάριον εἰς λάγυνον, ἀλλ οὐ κάραβον. εἰς τὴν θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει ἀπανθ Σ322 ἑαυτοῖς μηδὲν ὁμολογούμενα.

κου προστίθημι τἄλλα, διότι πανταχοῦ διὰ τὴν τάλαιναν πάντα ταῦτα γίνεται. καὶ Κράτης δ ὁ κυνικός, ὥς φησι Σωσικράτης ἐν ταῖς Διαδοχαῖς, ἐπερράπισε Δημήτριον τὸν Φαληρέα σὺν τῇ πήρᾳ τῶν ἄρτων καὶ λάγυνον πέμψαντα οἴνου: εἴθε γάρ ἔφη, τὰς κρήνας καὶ ἄρτους ἦν φέρειν.

Στίλπων δ οὐ κατεπλάγη τὴν ἐγκράτειαν καταφαγὼν σκόροδα καὶ κατακοιμηθεὶς ἐν τῷ τῆς Μητρὸς τῶν θεῶν ἱερῷ: ἀπείρητο δὲ τῷ τούτων τι φαγόντι μηδὲ εἰσιέναι. ἐπιστάσης δὲ αὐτῷ τῆς θεοῦ κατὰ τοὺς ὕπνους καὶ εἰπούσης ὅτι φιλόσοφος ὤν, ὦ Στίλπων, παραβαίνεις τὰ νόμιμα· καὶ τὸν δοκεῖν ἀποκρίνασθαι κατὰ τοὺς ὕπνους: ι σὺ δέ μοι πάρεχε ἐσθίειν καὶ σκορόδοις οὐ χρήσομαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION