- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 16

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 16)

"τὸ συμπόσιόν ἐστιν ἡμῶν, ἄνδρες φίλοι:? "ἄρτους ἐπιλελήσμεθ ἀρκοῦντας πρίασθαι. "τρέχε δή, παῖ. καὶ τοῦτ ἔλεγεν αὐτὸς γελῶν καὶ τῶν παρόντων δ ἅθρους ἐξεχύθη γέλως καὶ διαγωγὴ πλείων ἐνέπεσεν καὶ διατριβή, ὥστε ἥδυσμα γενέσθαι τῷ συμποσίῳ τὴν τῶν ἄρτων ἔνδειαν. ἄλλοτε δὲ ὁ Ἀρκεσίλαος Ἀπελλῇ τῷ γνωρίμῳ προστάξας καθυλίσαι τὸν οἶνον, ἐπειδὴ διὰ τὴν ἀπειρίαν ἐκεῖνος τὰ μὲν ἐτάραττεν, τὰ δ ἐξέχει, καὶ πολὺ θολώτερος ἐφαίνετο ὁ οἶνος, ὑπομειδιάσας ἔφη: "ἐγὼ δὲ καθυλίσαι προσέταξα ἀνθρώπῳ μηδὲν ἑωρακότι ἀγαθὸν ὥσπερ οὐδ ἐγώ. ἀνάστηθι οὖν σύ, Ἀρίδεικες- σὺ δὲ ἀπελθὼν τὰ ἑκτὰ τρύπα. ταῦτα δ οὕτως εὔφραινε καὶ ἐξιλάρου τοὺς παρόντας ὡς εὐθυμίας πληροῦσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION