- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 14

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 14)

τῶν δείπνων δὲ πολλοὶ τὰ μέτρια ἀσπάζονται, ὡς Ἄλεξις ἐνΦιλούσᾐ παραδίδωσιν:? ἀλλ ἔγωγέ τοι τὰ δέοντ ἔχων τὰ περιττὰ μισῶ: τοῖς ὑπερβάλλουσι γὰρ τέρψις μὲν οὐκ ἔνεστι, πολυτέλεια δέ. Ψευδομένῳ: τὰ περιττὰ μισῶ. τοῖς ὑπερβάλλουσι γὰρ δαπάνη πρόσεστιν, ἡδονὴ δ οὐδ ἡτισοῦν. ᾿ ἐν δὲ Συντρόφοις: ὡς ἡδὺ πᾶν τὸ μέτριον οὔθ ὑπεργέμων ἀπέρχομαι νῦν οὔτε κενός, ἀλλ ἡδέως ἔχων ἐμαυτοῦ. Μνησίθεος γάρ φησι δεῖν φεύγειν ἁπάντων τὰς ὑπερβολὰς ἀεί. Ἀρίστων δ ὁ φιλόσοφος ἐν Ἐρωτικῶν Ὁμοίων δευτέρῳ Πολέμωνά φησι τὸν Ἀκαδημαικὸν παραινεῖν τοῖς ἐπὶ δεῖπνον πορευομένοις φροντίζειν ὅπως ἡδὺν τὸν πότον ποιῶνται μὴ μόνον εἰς τὸ παρόν, ἀλλὰ καὶ εἰς τὴν αὔριον. "ὑμεῖς, ὦ Πλάτων, εὖ δειπνεῖτε μᾶλλον εἰς τὴν ὑστεραίαν ἢ τὴν παροῦσαν ἡμέραν.

"οὐχ ἥξω πρὸς σέ, ἐν οὕτως ὑποδέχῃ, ἵνα μήτε ἐγὼ σὲ ἀηδῶς ὁρῶ καταδαπανώμενον οὐκ ἀναγκαίως μήτε σὺ θλιβόμενος κακοπαθῇς.

μᾶλλον γὰρ ἡμᾶς τῇ μεθ ἑαυτῶν συνουσίᾳ προσῆκόν ἐστιν εὐαρεστεῖν ἢ τῷ πλήθει τῶν παρατιθεμένων, ὧν οἱ διακονοῦντες τὰ πλεῖστα δαπανῶσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION