호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ Κέρκωψι:? μετὰ ταῦτα Θήβας ἦλθον, οὗ τὴν νύχθ ὅλην τὴν θ ἡμέραν δειπνοῦσι καὶ κοπρῶν ἔχει ἐπὶ ταῖς θύραις ἕκαστος, οὗ πλήρει βροτῷ οὐκ ἔστι μεῖζον ἀγαθὸν ὡς χεζητιῶν μακρὰν βαδίζων, πολλὰ δ ἀσθμαίνων ἀνήρ, δάκνων τὰ χείλη παγγέλοιός ἐστ ἰδεῖν, ἐν δὲ τοῖς Μυσοῖς πρὸς τὸν Ἡρακλέα ποιεῖ τινα τάδε λέγοντα: σὺ μὲν τὸ Θήβης, ὡς λέγεις, πέδον λιπών, ἀνδρῶν ἀρίστων ἐσθίειν δι ἡμέρας ὅλης τραχήλους καὶ κοπρῶνας πλησίον Δίφιλος δὲ ἐν Βοιωτίδι:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기