호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ Ἀλκμὰν δ ὁ ποιητὴς ἑαυτὸν ἀδηφάγον εἶναι παραδίδωσιν ἐν τῷ τρίτῳ διὰ τούτων καὶ ποκά τοι δώσω τρίποδος κύτος, ᾧ κ ἔνι σιτί ἀολλέ ἀγείρῃς.? ἀλλ ἔτι νῦν γ ἄπυρος, τάχα δὲ πλέος ἔτνεος, οἱο῀ν ὁ παμφάγος Ἀλκμὰν ἠράσθη χλιαρὸν πεδὰ τὰς τροπάς. οὔ τι γὰρ ἠὺ τετυγμένον ἔσθει, ἀλλὰ τὰ κοινὰ γάρ, ὥσπερ ὁ δᾶμος, ζατεύει. κἀν τῷ ε δ ἐμφανίζει αὑτοῦ τὸ ἀδηφάγον λέγων οὕτως ὠρας δ ἔσηκε τρεῖς, θέρος καὶ χεῖμα κὠπώραν τρίταν καὶ τέτρατον τὸ ἦρ, ὅκα σάλλει μέν, ἐσθίεν δ ἄδαν οὐκ ἔστι. Ἀναξίλας δ ὁ κωμικὸς περὶ Κτησίου τινὸς διαλεγόμενος ἐν Χρυσοχόῳ δράματί φησιν ἤδη σχεδόν τι πάντα σοι πλὴν Κτησίου. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί, ἀρχήν, τελευτὴν δ οὐκ ἐπίσταται μόνος.
κἀν Πλουσίοις: διαρραγήτω χἄτερος δειπνῶν τις εὖ, μὴ Κτησίας μόνος. β. τί γὰρ σὲ κωλύει· α. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί, ἀρχήν, τελευτὴν δ ἔμαθεν οὐδεπώποτε. κἀν Χάρισι δὲ Κραναόν τινα συγκαταλέγει οὕτως αὐτῷ: οὐκ ἐτὸς ἐρωτῶσίν με προσιόντες τινές: ὄντως Κραναὸς Κτησίου κατεσθίει ἔλαττον ἢ δειπνοῦσιν ἀμφότεροι συχνά·
Φιλέταιρος δ ἐν Ἀταλάντῃ: δέῃ, τροχάζω στάδια πλείω Σωτάδου, τὸν Ταυρέαν δὲ τοῖς πόνοις ὑπερβαλῶ τὸν Κτησίαν τε τῷ φαγεῖν ὑπερδραμῶ. Ἀνάξιππος Κεραυνῷ: ὁρῶ γάρ ἐκ παλαίστρας τῶν φίλων προσιόντα μοι Δάμιππον. β. ἦ τοῦτον λέγεις τὸν Πτέρινον· α.
αὐτόν τ ὃν καλοῦσιν οἱ φίλοι νυνὶ δι ἀνδρείαν Κεραυνόν. β εἰκότως: ἀβάτους ποιεῖν γὰρ τὰς τραπέζας οἰόμαι αὐτὸν κατασκήπτοντ ἐπ αὐτὰς τῇ γνάθῳ. ἐν τούτοις ἐδήλωσεν ὁ κωμικὸς διότι καὶ τὸ δρᾶμα Κεραυνὸν ἀπ αὐτοῦ ἐπιγέγραφε. Θεόφιλος δ ἐν Ἐπιδαύρῳ, Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν, ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν. ἐν δὲ Παγκρατιαστῇ παραγαγὼν τὸν ἀθλητὴν ὡς πολλὰ ἐσθίοντά φησιν ἑφθῶν μὲν σχεδὸν τρεῖς μνᾶς.
β. λέγ ἄλλο. α. ῥυγχίον, κωλῆν, πόδας τέτταρας ὑείους. β. Ἡράκλεις. α. βοὸς δὲ τρεῖς, ὄρνιθ. β. Ἄπολλον. λέγ ἕτερον. α. σύκων δύο μνᾶς. β. ἐπέπιες δὲ πόσον· α. ἀκράτου δώδεκα κοτύλας. β. Ἄπολλον, λέγ καὶ Σαβάζιε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기