호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀμάραντοσ δὲ ὁ Ἀλεξανδρεὺσ ἐν τοῖσ περὶ σκηνῆσ Ἡρόδωρόν φησι τὸν Μεγαρέα σαλπιγκτὴν γενέσθαι τὸ μὲν μέγεθοσ πηχῶν τριῶν καὶ ἡμίσουσ, εἶναι δὲ καὶ τὰσ πλευρὰσ ἰσχυρόν ἐσθίειν δὲ ἄρτων μὲν χοίνικασ ἕξ, κρεῶν δὲ λίτρασ εἴκοσιν οἱών ἂν εὑρήκῃ· πίνειν δὲ χοᾶσ δύο καὶ σαλπίζειν ἅμα σάλπιγξι δυσί. κοιμᾶσθαι δὲ ἔθοσ εἶχεν ἐπὶ λεοντῆσ μόνησ, ἐσήμαινε δὲ σαλπίζων μέγιστον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기