호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
παρὰ Πινδάρου δὲ τοῦτ εἴληφεν εἰπόντος:? δοιὰ βοῶν θερμὰ πρὸς ἀνθρακιὰν στέψεν, πυρὶ δ ἐκκαπύοντα σώματα: καὶ τότ ἐγὼ σαρκῶν τ ἐνοπὰν ἴδον ἠδ ὀστέων στεναγμὸν βαρὺν ἦν διακρῖναι ἰδόντα παῦρος ἐν καιρῷ χρόνος. τοιοῦτον οὖν αὐτὸν ὑποστησάμενοι ταῖς ἀδηφαγίαις καὶ τῶν ὀρνέων ἀποδεδώκασιν αὐτῷ τὸν λάρον τὸν προσαγορευόμενον βουφάγον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기