호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιοῦτόν ἐστι καὶ τὸ Θεόγνιδος τοῦ ποιητοῦ:? ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρός, τεθνηκὼς ζῳῷ φθεγγόμενος στόματι. σημαίνει γὰρ κόχλον. τοιοῦτον δ ἐστὶν καὶ τὸ ῥήματα λέγειν ἀνθρώπων ὀνόμασιν ὅμοια, οἱο῀ν λαβὼν ἀριστόνικον ἐν μάχῃ κράτος. καὶ τὸ περιφερόμενον πέντ ἄνδρες δέκα ναυσὶ κατέδραμον εἰς ἕνα χῶρον, ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δ οὐκ ἦν ἀνελέσθαι: δίψῃ δ ἐξώλλυντο, ὕδωρ δ ὑπερεῖχε γενείου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기