- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 62

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 62)

τὸ γὰρ παροινεῖν ἐκ τοῦ μεθύειν γίνεται:? διὸ καὶ Ἀντιφάνης ἐν Ἀρκαδίᾳ φησὶν οὔτε γὰρ νήφοντα δεῖ οὐδαμοῦ, πάτερ, παροινεῖν, οὔτ ὅταν πίνειν δέῃ νοῦν ἔχειν. ὅστις δὲ μεῖζον ἢ κατ ἄνθρωπον φρονεῖ, . . μικρῷ πεποιθὼς ἀθλίῳ νομίσματι εἰς ἄφοδον ἐλθὼν ὅμοιον πᾶσιν αὑτὸν ὄψεται, ἂν σκοπῇ τὰ τῶν ἰατρῶν τοῦ βίου τεκμήρια τὰς φλέβας θ ὅποι φέρονται, τὰς ἄνω καὶ τὰς κάτω τεταμένας, δι ὧν ὁ θνητὸς πᾶς κυβερνᾶται βίος. ἐν δὲ Αἰόλῳ διαβάλλων ὅσα δεινὰ πράττουσιν οἱ πλέον πίνοντές φησι: Μακαρεὺς ἔρωτι τῶν ὁμοσπόρων μιᾶς πληγεὶς τέως μὲν ἐπεκράτει τῆς συμφορᾶς κατεῖχέ θ: αὑτόν εἶτα παραλαβών ποτε οἶνον στρατηγόν, ὃς μόνος θνητῶν ἄγει τὴν τόλμαν εἰς τὸ πρόσθε τῆς εὐβουλίας, νύκτωρ ἀναστὰς ἔτυχεν ὧν ἠβούλετο. καλῶς οὖν ἄρα καὶ Ἀριστοφάνης Ἀφροδίτης γάλα τὸν οἶνον ἔφη εἰπών ἡδύς γε πίνειν οἶνος Ἀφροδίτης γάλα, ὃν πολὺν σπῶντες ἔνιοι παρανόμων ἀφροδισίων ὄρεξιν λαμβάνουσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION