- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 29

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 29)

παρὰ δὲ Ἀνακρέοντι εἷς οἴνου πρὸς δύο ὕδατος:? ἄγε δὴ φέρ ἡμίν, ὦ παῖ, κελέβην, ὅκως ἄμυστιν προπίω, τὰ μὲν δέκ ἐγχέας ὕδατος, τὰ πέντε δ οἴνου κυάθους, ὡς ἀνυβρίστως ἀνὰ δηὖτε βασσαρήσω. καὶ προελθὼν τὴν ἀκρατοποσίαν Σκυθικὴν καλεῖ πόσιν ἄγε δηὖτε, μηκέθ οὕτω πατάγῳ τε κἀλαλητῷ Σκυθικὴν πόσιν παρ οἴνῳ μελετῶμεν, ἀλλὰ καλοῖσ1 ὑποπίνοντες ἐν ὕμνοις. καὶ Λακεδαιμόνιοι δ, ὥς φησιν Ἡρόδοτος ἐν τῇ ἕκτῃ, Κλεομένη τὸν βασιλέα Σκύθαις ὁμιλήσαντα καὶ ἀκρατοπότην γενόμενον ἐκ τῆς μέθης φασὶ μανῆναι. καὶ αὐτοὶ δ οἱ Λάκωνες ὅταν βούλωνται ἀκρατέστερον πίνειν, ἐπισκυθίσαι λέγουσι. χαμαιλέων γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ περὶ μέθης περὶ τούτων οὕτως γράφει: ἐπεὶ καὶ Κλεομένη τὸν Σπαρτιάτην φασὶν οἱ Λάκωνες μανῆναι διὰ τὸ Σκύθαις ὁμιλήσαντα μαθεῖν ἀκρατοποτεῖν. λέγουσιν.

Ἀχαιὸς δ ἐν Αἴθωνι σατυρικῷ τοὺς σατύρους ποιεῖ δυσχεραίνοντας ἐπὶ τῷ ὑδαρῆ πίνειν καὶ λέγοντας: μῶν Ἁχελῷος ἦν κεκραμένος πολύς· β. ἀλλ οὐδὲ λεῖξαι τοῦδε τῷ γένει θέμις. α. καλῶς μὲν οὖν ἄγειν Σκύθῃ πιεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION