- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 26

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 26)

οἱ δὲ παλαιοὶ τοὺς πρὸς ταῖς ὑπηρεσίαις ταύταις κήρυκας ἐκάλουν.? Ὅμηρος: κήρυκες δ ἀνὰ ἄστυ φέρον θεῶν ὁρ´κια πιστά, ἄρνε δύω καὶ οἶνον ἐύφρονα, καρπὸν ἀρούρης, ἀσκῷ ἐν αἰγείῳ: φέρε δὲ κρητῆρα φαεινὸν κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα. καὶ πάλιν: ἀτὰρ κήρυκες ἀγαυοὶ ὁρ´κια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, Κλείδημος δὲ τοὺς μαγείρους κήρυκάς φησι καλεῖσθαι. καὶ τὴν Ἥβην δέ τινες ἀνέπλασαν οἰνοχοοῦσαν αὐτοῖς, ἴσως διὰ τὸ ἡβητήρια καλεῖσθαι τὰ συμπόσια. Πτολεμαίου τοῦ βασιλέως, ἐπίκλην δὲ Φιλαδέλφου, μνημονεύει Πτολεμαῖος ὁ τοῦ Ἀγησάρχου ἐν τῇ τρίτῃ τῶν περὶ Φιλοπάτορα ἱστοριῶν.

Πολύβιος δὲ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν ἱστοριῶν καὶ ἀνδριάντας αὐτῆς ἐν Ἀλεξανδρείᾳ ἑστάναι φησὶ κατὰ πολλὰ μέρη τῆς πόλεως μονοχίτωνας, ῥυτὸν κρατοῦντας ἐν ταῖς χερσίν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION