- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 74

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 74)

Δίφιλος δ ἐν Θησεῖ τρεῖς ποτε κόρας Σαμίας φησὶν Ἀδωνίοισιν γριφεύειν παρὰ πότον προβαλεῖν δ αὐταῖσι τὸν γρῖφον, τί πάντων ἰσχυρότατον·? καὶ τὰν μὲν εἰπεῖν ὁ σίδαρος καὶ φέρειν τούτου λόγου τὰν ἀπόδειξιν, διότι τούτῳ πάντ ὀρύσσουσίν τε καί τέμνουσι καὶ χρῶντ εἰς ἅπαντα, εὐδοκιμούσᾳ δ ἐπάγειν τὰν δευτέραν φάσκειν τε τὸν χαλκέα πολὺ κρείττω φέρειν ἰσχύν: ἐπεὶ τοῦτον κατεργαζόμενον καὶ τὸν σίδαρον τὸν σφοδρὸν κάμπτειν, μαλάσσειν, ὅ τι ἂν χρήζῃ ποεῖν. τὰν δὲ τρίταν ἀποφῆναι πέος ἰσχυρότατον πάντων, διδάσκειν δ ὅτι καὶ τὸν χαλκέα στένοντα πυγίζουσι τούτῳ. Ἀχαιὸς δ ὁ Ἐρετριεὺς γλαφυρὸς ὢν ποιητὴς περὶ τὴν σύνθεσιν ἔσθ ὅτε καὶ μελαίνει τὴν φράσιν καὶ πολλὰ αἰνιγματωδῶς ἐκφέρει, ὥσπερ ἐν Ἴριδι σατυρικῇ. λέγει γάρ: λιθάργυρος δ ὄλπη παρῃωρεῖτο χρίματος πλέα τὸν Σπαρτιάτην γραπτὸν κύρβιν ἐν διπλῷ ξύλῳ. τὸν γὰρ λευκὸν ἱμάντα βουληθεὶς εἰπεῖν, ἐξ οὗ ἡ ἀργυρᾶ λήκυθος ἐξήρτητο, Σπαρτιάτην γραπτὸν ἔφη κύρβιν ἀντὶ τοῦ Σπαρτιᾶτιν σκυτάλην. ὅτι δὲ λευκῷ ἱμάντι περιειλοῦντες τὴν σκυτάλην οἱ Λάκωνες ἔγραφον ἃ ἠβούλοντο εἴρηκεν ἱκανῶς Ἀπολλώνιος ὁ Ῥόδιος ἐν τῷ περὶ Ἀρχιλόχου, καὶ Στησίχορος δ ἐν Ἑλένῃ λιθάργυρον ποδονιπτῆρα ἔφη.

Ιὤν δὲ ἐν Φοίνικι ἢ Καινεῖ δρυὸς ἱδρῶτα εἴρηκε τὸν ἰξὸν ἐν τούτοις: βόσκει λινουλκὸς χλαῖνα, θήραγρος πέδη.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION