- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 67

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 67)

σὺ δὲ πιὼν μὴ φοβηθῇς ὡς εἰς τοὐπίσω μέλλων καταπεσεῖσθαι, τοῦτο γὰρ παθεῖν οὐ δύνανται οἱ τὸν κατὰ Σιμωνίδην πίνοντες :? οἶνον ἀμύντορα δυσφροσυνᾶν. ` ἀλλ, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ περὶ μέθης, εἰς τὰ νῶτα καταπίπτουσιν οἱ τὸν κρίθινον πεπωκότες ὃν πῖνον καλοῦσι, λέγων οὕτως: πλὴν ἴδιόν τι συμβαίνει περὶ τὰς τῶν κριθῶν, τὸ καλούμενον πῖνον. ὑπὸ μὲν γὰρ τῶν λοιπῶν τε καὶ μεθυστικῶν οἱ μεθυσθέντες ἐπὶ πάντα τὰ μέρη πίπτουσι καὶ γὰρ ἐπὶ τὰ ἀριστερὰ καὶ δεξιὰ καὶ πρηνεῖς καὶ ὕπτιοι, μόνοι δὲ οἱ τῷ πίνῳ μεθυσθέντες εἰς τοὐπίσω καὶ ὕπτιοι κλίνονται ταν δὲ κρίθινον οἶνον καὶ βρῦτόν τινες καλοῦσιν, ὡς Σοφοκλῆς ἐν Τριπτολέμῳ: βρῦτον δὲ τὸν χερσαῖον οὐ φίλον πιεῖν. καὶ Ἀρχίλοχος: ὥσπερ παρ αὐλῷ βρῦτον ἢ Θρέιξ ἀνὴρ ἢ Φρὺξ ἔβρυζε: κύβδα δ ἦν πονευμένη. μνημονεύει τοῦ πώματος Αἰσχύλος ἐν Λυκούργῳ:

κἀκ τῶνδ ἔπινε βρῦτον ἀκμαῖον χρόνῳ κἀσεμνοκόμπει, ὁ τοῦτ ἐν ἀνδρείᾳ τιθείς. Ἑλλάνικος δ ἐν Κτίσεσι καὶ ἐκ βριζῶν, φησί, κατασκευάζεται τὸ βρῦτον, γράφων ὧδε: πίνουσι δὲ βρῦτον ἐκ τῶν βριζῶν, , καθάπερ οἱ Θρᾷκες ἐκ τῶν κριθῶν Ἑκαταῖος δ ἐν δευτέρῳ περιηγήσεως εἰπὼν περὶ Αἰγυπτίων ὡς ἀρτοφάγοι εἰσὶν ἐπιφέρει: τὰς κριθὰς ἐς τὸ πῶμα καταλέουσιν ἐν δὲ τῇ τῆς Εὐρώπης περιόδῳ Παίονάς φησι πίνειν βρῦτον ἀπὸ τῶν κριθῶν καὶ παραβίην ἀπὸ κέγχρου καὶ κόνυζαν.

ἀλείφονται δέ, φησίν, : ἐλαίῳ ἀπὸ γάλακτος καὶ ταῦτα μὲν ταύτῃ. τῷ δ ἡμετέρῳ χορῷ οἶνος φίλος ὃν πόρε:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION