호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιαῦτα πολλὰ ἐφεξῆς καταλέξαντος τοῦ Δημοκρίτου ὁ Ποντιανὸς ἔφη πάντων τούτων εἶναι τῶν δεινῶν μητρόπολιν τὸν οἶνον, δι ὃν καὶ τὰς μέθας καὶ τὰς μανίας, ἔτι δὲ καὶ τὰς παροινίας γίνεσθαι:? οὗ τοὺς ἐκπαθῶς μεταλαμβάνοντας οὐ κακῶς ὁ Χαλκοῦς ἐπικαλούμενος Διονύσιος ἐν τοῖς ἐλεγείοις κυλίκων ἐρέτας ὀνομάζων ἔφη:
καί τινες οἶνον ἄγοντες ἐν εἰρεσίᾳ Διονύσου συμποσίου ναῦται καὶ κυλίκων ἐρέται μάρνανται περὶ τοῦδε: τὸ γὰρ φίλον οὐκ ἀπόλωλε. Ἄλεξις δ ἐν Κουρίδι περί τινος πλέον πίνοντος διαλεγόμενός φησιν ὁ μὲν οὖν ἐμὸς υἱός, οἱο῀ν ὑμεῖς ἀρτίως εἴδετε, τοιοῦτος γέγονεν, Οἰνοπίων τις ἢ Μάρων τις ἢ Κάπηλος ἤ τις Τιμοκλῆς: μεθύει γάρ:
οὐδὲν ἕτερον, ὁ δ ἕτερος ἂν τύχοιμ ὀνομάσας· βῶλος, ἄροτρον, γηγενὴς ἄνθρωπος. χαλεπὸν οὖν ἐστιν, ἄνδρες φίλοι, τὸ μεθύειν καὶ καλῶς πρὸς τοὺς οὕτως λάπτοντας τὸν οἶνον ὁ αὐτὸς Ἄλεξις ἐν Ὀπώρᾳ ἑταίρας δ ὄνομα τὸ δρᾶμα ἔχει φησίν οἶνον πολὺν οὐ κεκραμένον σὺ πίνεις μεστὸς ὢν κοὐκ ἐξεμεῖς. κἀν Δακτυλίῳ: εἶτ οὐχ ἁπάντων ἐστὶ τὸ μεθύειν κακὸν μέγιστον ἀνθρώποισι καὶ βλαβερώτατον· κἀν Ἐπιτρόπῳ δ ἔφη:
πολὺς γὰρ οἶνος πόλλ ἁμαρτάνειν ποεῖ. Κρώβυλὸς τ ἐν Ἀπολιπούσῃ: : τὸ γὰρ ἐνδελεχῶς μεθύειν τίν ἡδονὴν ἔχει· ἀποστεροῦντα ζῶνθ ἑαυτὸν τοῦ φρονεῖν, ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις. οὐ χρὴ οὖν μεθύειν. φησὶν ὁ Πλάτων ἐν η Πολιτείας, "ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου αὐτῆς μεθυσθῇ, τοὺς ἄρχοντας δή, ἂν μὴ πάνυ πρᾷοι ὦσι καὶ πολλὴν παρέχωσι τὴν ἐλευθερίαν, κολάζει αἰτιωμένη ὡς μιαρούς τε καὶ ὀλιγαρχικούς, τοὺς δὲ κατηκόους τῶν ἀρχόντων προπηλακίζει. ἐν δὲ τῷ τῶν Νόμων ἕκτῳ φησί:
"τὴν πόλιν εἶναι δεῖ δίκην κεκραμένην κρατῆρος, οὗ μαινόμενος μὲν ὁ οἶνος ἐγκεχυμένος ζεῖ, κολαζόμενος δὲ ὑπὸ νήφοντος ἑτέρου θεοῦ καλὴν κοινωνίαν λαβὼν ἀγαθὸν πῶμα καὶ μέτριον ἀπεργάζεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기