- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 47

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 47)

φιλοπότας δὲ καὶ μεθύσους καταλέγει Θεόπομπος Διονύσιον τὸν νεώτερον, Σικελίας τύραννον, ὃν καὶ τὰς ὄψεις ὑπὸ τοῦ οἴνου διαφθαρῆναι.? Ἀριστοτέλης δ ἐν τῇ Συρακοσίων Πολιτείᾳ καὶ συνεχῶς φησιν αὐτὸν ἔσθ ὅτε ἐπὶ ἡμέρας ἐνενήκοντα μεθύειν διὸ καὶ ἀμβλυωπότερον γενέσθαι τὰς ὄψεις.

Θεόφραστος δὲ φησι καὶ τοὺς ἑταίρους αὐτοῦ κολακεύοντας τὴν τυραννίδα προσποιεῖσθαι μὴ βλέπειν καὶ ὑπ αὐτοῦ τοῦ Διονυσίου χειραγωγεῖσθαι καὶ μήτε τὰς παρατιθέμενα τῶν ἐδεσμάτων μήτε τὰς κύλικας ὁρᾶν διὸ κληθῆναι Διονυσιοκόλακας. ἔπινε δὲ πλεῖστον καὶ Νυσαῖος ὁ τυραννήσας Συρακοσίων καὶ Ἀπολλοκράτης: Διονυσίου δὲ τοῦ προτέρου οὗτοι υἱοί, ὡς ὁ Θεόπομπος ἱστορεῖ ἐν τῇ μ κἀν τῇ ἑξῆς τῶν ἱστοριῶν, γράφει δὲ οὕτως περὶ τοῦ Νυσαίου:

` Νυσαῖος ὁ τυραννήσας ὕστερον Συρακοσίων ὥσπερ ἐπὶ θανάτῳ συνειλημμένος καὶ προειδὼς ὅτι μῆνας ὀλίγους ἤμελλεν ἐπιβιώσεσθαι γαστριζόμενος καὶ μεθύων διῆγεν. ἐν δὲ τῇ τριακοστῇ ἐνάτῃ φησὶν ι Ἀπολλοκράτης ὁ Διονυσίου τοῦ τυράννου υἱὸς ἀκόλαστος ἦν καὶ φιλοπότης:

καὶ τῶν κολακευόντων τινὲς αὐτὸν παρεσκεύαζον ὡς ἔνι μάλιστα ἀλλοτριώτατα πρὸς τὸν πατέρα διακεῖσθαι. καὶ Ἱππαρῖνον δὲ τὸν Διονυσίου φησὶν ὑπὸ μέθης τυραννοῦντα ἀποσφαγῆναι. περὶ δὲ τοῦ Νυσαίου καὶ τάδε γράφει: Νυσαῖος ὁ Διονυσίου τοῦ προτέρου υἱὸς κύριος τῶν ἐν Συρακούσαις γενόμενος πραγμάτων κατεσκευάσατο τέθριππον καὶ τὴν ἐσθῆτα τὴν ποικίλην ἀνέλαβεν, ἔτι δὲ καὶ τὴν ὀψοφαγίαν καὶ τὴν οἰνοφλυγίαν καὶ τὴν τῶν παίδων καὶ τὴν τῶν γυναικῶν ὕβριν καὶ τὴν τῶν ἄλλων ὅσα συντελῆ ὁ τούτοις πέφυκε καὶ τὴν δίαιταν διῆγεν οὕτως. ἐν δὲ τῇ τεσσαρακοστῇ πέμπτῃ ὁ αὐτὸς περὶ Τιμολάου λέγων τοῦ Θηβαίου φησὶν οὐκ ὀλίγων γάρ ἤδη γενομένων ἀσελγῶν περὶ τὸν βίον τὸν καθ ἡμέραν καὶ τοὺς πότους οὐδένα νομίζω τῶν ἐν ταῖς πολιτείαις ὄντων οὔτ ἀκρατέστερον οὔτε λιχνότερον οὔτε δοῦλον γεγονέναι μᾶλλον τῶν ἡδονῶν, εἰ μή, ὥσπερ εἶπον, Τιμόλαον.

Μακεδόνος αἰχμάλωτον γεγενημένον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION