- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 46

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 46)

καὶ Φίλιππος δ ὁ τοῦ Ἀλεξάνδρου πατήρ φιλοπότης ἦν, ὡς ἱστορεῖ Θεόπομπος ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν, κἀν ἄλλῳ δὲ μέρει τῆς ἱστορίας γράφει Φίλιππος ἦν τὰ μὲν φύσει μανικὸς καὶ προπετὴς ἐπὶ τῶν κινδύνων, τὰ δὲ διὰ μέθην ἦν γὰρ πολυπότης καὶ πολλάκις μεθύων ἐξεβοήθει.? ἐν δὲ τῇ τρίτῃ καὶ πεντηκοστῇ περὶ τῶν ἐν Χαιρωνείᾳ: αὐλητὴν καὶ τοὺς ἄλλους τοὺς εἰθισμένους αὐτῷ συμπίνειν περιήγετο γὰρ πανταχοῦ τοὺς τοιούτους ὁ Φίλιππος καὶ κατασκευασάμενος ἦν ὄργανα πολλὰ συμποσίου καὶ συνουσίας, ὢν γὰρ φιλοπότης καὶ τὸν τρόπον ἀκόλαστος καὶ βωμολόχους εἶχε περὶ αὑτὸν συχνοὺς καὶ τῶν περὶ τὴν μουσικὴν ὄντων καὶ τῶν τὰ γέλοια λεγόντων, πιὼν δὲ τὴν νύκτα πᾶσαν καὶ μεθυσθεὶς ἐπὶ πολὺ καὶ παραπαίσας ἀφεὶς ἅπαντας τοὺς ἄλλους ἀπαλλάττεσθαι ἤδη πρὸς ἡμέραν ἐκώμαζεν ὡς τοὺς πρέσβεις τοὺς τῶν Ἀθηναίων.

"χρὴ πίνειν Ἀντίπατρος γὰρ ἱκανός ἐστι νήφων.

κυβεύοντος δέ ποτε αὐτοῦ καί τινος ἀγγείλαντος ὡς Ἀντίπατρος πάρεστι, διαπορήσας ὦσεν ὑπὸ τὴν κλίνην τὸν ἄβακα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION