- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 43

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 43)

τῆς δὲ δίψης οὐδέν ἐστι πολυποθητότερον.? διόπερ καὶ τὸ Ἄργος πολυδίψιον ὁ ποιητὴς ἔφη, τὸ πολυπόθητον διὰ τὸν χρόνον. τὸ δίψος γὰρ πᾶσιν ἰσχυρὰν ἐπιθυμίαν ἐμποιεῖ τῆς περιττῆς ἀπολαύσεως. διὸ καὶ ὁ Σοφοκλῆς φησι: διψῶντι γάρ τοι πάντα προσφέρων σοφὰ οὐκ ἂν πλέον τέρψειας ἢ μπιεῖν διδούς. καὶ ὁ Ἀρχίλοχος : μάχης δὲ τῆς σῆς, ὥστε διψέων πιεῖν, ὣς ἐρέω. καὶ τῶν τραγικῶν δέ τις ἔφη: ἴσχειν κελεύω χεῖρα διψῶσαν φόνου, καὶ Ἀνακρέων· φίλη γὰρ εἶς ξείνοις: ἐάσον δέ με διψῶντα πιεῖν. καὶ Ξενοφῶν δ ἐν τῷ τρίτῳ τῆς Παιδείας ποιεῖ τὸν Κῦρον τάδε λέγοντα: ἐγὼ ὑμῖν διψῶ χαρίσασθαι. τοῦ δέοντος ἀκράτου μεθυσθῇ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION