호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
προπόσεις δὲ τὰς γινομένας ἐν τοῖς συμποσίοις Λακεδαιμονίοις οὐκ ἦν ἔθος ποιεῖν οὐδὲ φιλοτησίας διὰ τούτων πρὸς ἀλλήλους ποιεῖσθαι.? δηλοῖ δὲ ταῦτα Κριτίας ἐν τοῖς ἐλεγείοις: καὶ τόδ ἔθος Σπάρτῃ μελέτημά τε κείμενὸν ἐστι πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα, μηδ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα μηδ ἐπὶ δεξιτερὰν χεῖρα κύκλῳ θιάσου. ἄγγε ἃ Λυδὴ χεὶρ εὑρ῀ Ἀσιατογενὴς καὶ προπόσεις ὀρέγειν ἐπὶ δεξιὰ καὶ προκαλεῖσθαι ἐξονομακλήδην ᾧ προπιεῖν ἐθέλει. εἶτ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν εἰς αἰσχροὺς μύθους σῶμά τ ἀμαυρότερον τεύχουσιν πρὸς δ ὄμμ ἀχλὺς ἀμαλωπὸς ἐφίζει: λῆστις δὲ ἐκτήκει μνημοσύνην πραπίδων νοῦς δὲ παρέσφαλται: :
δμῶες δ ἀκόλαστον ἔχουσιν ἦθος: ἐπεισπίπτει δ οἰκοτριβὴς δαπάνη. οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον ὥστε φρέν εἰς ἱλαρὰν ἐλπίδα πάντας ἄγειν εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα. τοιαύτη δὲ πόσις σώματί τ ὠφέλιμος γνώμῃ τε κτήσει τε: καλῶς δ εἰς ἔργ Ἀφροδίτης πρός θ ὕπνον ἡρ´μοσται, τὸν καμάτων λιμένα, πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν, καὶ τὴν Εὐσεβίης γείτονα Σωφροσύνην. ἑξῆς τε πάλιν φησὶν αἱ γάρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παραχρῆμα τέρψασαι λυποῦσ1 εἰς τὸν ἅπαντα χρόνον.
ἡ Λακεδαιμονίων δὲ δίαιθ ὁμαλῶς διάκειται, ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν καὶ τὸ πονεῖν εἶναι δυνατούς:
οὔκ ἐστ ἀπότακτος ἡμέρα οἰνῶσαι σῶμ ἀμέτροισι πότοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기