- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 28

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 28)

καί τινος εἰπόντος ὅτι Μένανδρος ἐν Ἥρωι ἔφη:? χοῦς κεκραμένου οἴνου: λαβὼν ἔκπιθι τοῦτον, ὁ Δημόκριτος ἔφη: Ἡσίοδος μέν, ὦ ἑταῖροι, παραινεῖ τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου, δι ὃν καὶ Ἀναξίλας ἐν Νηρεῖ ἔφη : καίτοι πολὺ γ ἐσθ ἥδιον. οὐ γὰρ ἄν ποτε ἔπινον ἂν τρί ὕδατος, οἴνου δ ἓν μόνον. Ἄλεξις δ ἐν Τιτθῇ ἔτι σωφρονικώτερον κιρνάναι παρακελεύεται : ἰδοὺ πάρεστιν οἶνος:

οὐκοῦν ἐγχέω Τρίτωνα· β. πολὺ βέλτιον ἕνα καὶ τέτταρας. α. ὑδαρῆ ὁ λέγεις: ὅμως δὲ ταύτην ἐκπιὼν λέγ εἴ τι καινόν, διατριβήν τε τῷ πότῳ ποιῶμεν. καὶ Διοκλῆς ἐν Μελίσσαις: πῶς δὲ καὶ κεκραμένον πίνειν τὸν οἶνον δεῖ με· β. τέτταρα καὶ δύο. ἡ δ οὖν κρᾶσις αὕτη παρὰ τὸ ἔθος οὖσα ἐπέμνησε τάχα καὶ τὴν θρυλουμένην παροιμίαν ἢ πέντε πίνειν ἢ τρί ἢ μὴ τέτταρα. ἢ γὰρ δύο πρὸς πέντε πίνειν φασὶ δεῖν ἢ ἕνα πρὸς τρεῖς, περὶ δὲ ταύτης τῆς κράσεως Ιὤν ὁ ποιητὴς ἐν τῷ περὶ Χίου φησὶν ὅτι εὔρουν ὁ μάντις Παλαμήδης ἐμαντεύσατο πλοῦν ἔσεσθαι τοῖς Ἕλλησι πίνουσιν τρεῖς πρὸς ἕνα κυάθους.

οἱ δ ἐπιτεταμένως χρώμενοι τῷ ποτῷ δύο οἴνου ἔπινον πρὸς πέντε ὕδατος. Νικοχάρης γοῦν ἐν Ἀμυμώνῃ πρὸς τοὔνομα παίζων ἔφη: Οἰνόμαος οὗτος, χαῖρε πέντε καὶ δύο:

κἀγώ τε καὶ σὺ συμπόται γενοίμεθα. τὰ παραπλήσια εἴρηκε καὶ ἐν Λημνίαις. Ἀμειψίας δ ἐν Ἀποκοτταβίζουσιν ἐγὼ δὲ Διόνυσος πᾶσιν ὑμῖν εἰμὶ πέντε καὶ δύο. Εὔπολις Αἰξί: Διόνυσε, χαῖρε: μή τι πέντε καὶ δύο· Ἕρμιππος Θεοῖς: κἀς τοῦ καπήλου γὼ φέρω παίζων ἅμα, κεὐθὺς γεγένηται τοῦτο πέντε καὶ δύο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION