호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ Μνησίμαχος δὲ ἐν Φιλίππῳ διὰ τὸν ὑπερβάλλοντα κόρον ἐν τοῖς δείπνοις παράγει τι συμπόσιον πολέμου παρασκευὴν ἐπαγγελλόμενον καὶ ἀληθῶς κατὰ τὸν χαριέστατον Ξενοφῶντα πολέμου ἐργαστήριον.? λέγει δ οὕτως: ἆρ οἶσθα σὺ ὁτιὴ πρὸς ἄνδρας ἐστί σοι μαχητέον οἳ τὰ ξίφη δειπνοῦμεν ἠκονημένα, ὁ ὄψον δὲ δᾷδας ἡμμένας καταπίνομεν· ἐντεῦθεν εὐθὺς ἐπιφέρει τραγήματα ἡμῖν ὁ παῖς μετὰ δεῖπνον ἀκίδας Κρητικάς, ὥσπερ ἐρεβίνθους, δορατίων τε λείψανα κατεαγότ, ἀσπίδας δὲ προσκεφάλαια καὶ καὶ θώρακας ἔχομεν, πρὸς ποδῶν δὲ σφενδόνας τόξα, καταπέλταισι δ ἐστεφανώμεθα. καὶ ὁ Κολοφώνιος δὲ Φοῖνιξ φησὶν Νίνου κάδοι μάχαιρα καὶ κύλιξ αἰχμή, κόμη δὲ τόξα, δήιοι δὲ κρητῆρες, ἵπποι δὲ ἄκρητος κἀλαλὴ μύρον χεῖτε.
ἐν δὲ τῷ Παρασίτῳ Ἄλεξις περὶ πολυφάγου τινὸς διαλεγόμενός φησι: καλοῦσι δ αὐτὸν πάντες οἱ νεώτεροι παράσιτον ὑποκόρισμα: τῷ δ οὐδὲν μέλει. δειπνεῖ δ ἄφωνος Τήλεφος, νεύων μόνον πρὸς τοὺς ἐπερωτῶντάς τι, ὥστε πολλάκις αὐτὸν ὁ κεκληκὼς τὰ Σαμοθρᾴκι εὔχεται λῆξαι πνέοντα καὶ γαληνίσαι ποτέ. χειμὼν ὁ μειρακίσκος ἐστὶ τοῖς φίλοις. Δίφιλος δ ἐν Ἡρακλεῖ περί τινος τῶν ὁμοίων διαλεγόμενος διέξεισιν ἐμὲ μὲν οὐχ ὁρᾷς πεπωκότα ἤδη τ ἀκροθώρακ ὄντα καὶ θυμούμενον, τονδὶ δὲ ναστὸν Ἀστερίωνος μείζονα ἤδη σχεδὸν δωδέκατον ἠριστηκότα·
διὸ καλῶς ἔλεγεν ὁ Βορυσθενίτης Βίων οὐ δεῖν ἀπὸ τῆς τραπέζης τὰς ἡδονὰς πορίζεσθαι, ἀλλ ἀπὸ τοῦ φρονεῖν. ὁ δ Εὐριπίδης φησί φαύλῃ διαίτῃ προσβαλὼν ἥσθη στόμα, ὡς τῆς ἀπὸ τῶν προσφορῶν τέρψεως περὶ τὸ στόμα μᾶλλον γινομένης. Αἰσχύλος τ ἐν Φινεῖ:
καὶ ψευδόδειπνα πολλὰ μαργώσης γνάθου ἐρρυσίαζον στόματος ἐν πρώτῃ χαρᾷ. ἐν Σθενεβοίᾳ δ ὁ Εὐριπίδης περὶ εὐτελείας λέγων: βίος δὲ πορφυρέως θαλάσσιος, οὐκ εὐτράπεζος, ἀλλ ἐπάκτιοι φάτναι. ὑγρὰ δὲ μήτηρ, οὐ πεδοστιβὴς τροφὸς θάλασσα:
τήνδ ἀροῦμεν, ἐκ ταύτης βίος βρόχοισι καὶ πέδαισιν οἴκαδ ἔρχεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기