호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ νῦν συνάγοντες ἐπὶ τὰ δεῖπνα καὶ μάλιστα οἱ ἀπὸ τῆς καλῆς Ἀλεξανδρείας βοῶσι, κεκράγασι, βλασφημοῦσι τὸν οἰνοχόον, τὸν διάκονον, τὸν μάγειρον κλαίουσι δ οἱ παῖδες τυπτόμενοι κονδύλοις ἄλλος ἄλλοθεν, καὶ οὐχ οἱο῀ν οἱ κεκλημένοι μετὰ πάσης ἀηδίας δειπνοῦσιν, ἀλλὰ κἂν τύχῃ θυσία τις οὖσα, παρακαλυψάμενος ὁ θεὸς οἰχήσεται καταλιπὼν οὐ μόνον τὸν οἶκον, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν, γελοῖον γάρ ἐστιν αὐτὸν τὸν εὐφημίαν κηρύξαντα καταρᾶσθαι τῇ γυναικὶ καὶ τοῖς τέκνοις, καὶ τοῖς δειπνοῦσι δ ἂν εἴποι ὁ τοιοῦτος:? νῦν δ ἔρχεσθ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. τῷ γὰρ τοιούτῳ ὁ οἶκος ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. τούτων λεχθέντων ἔφη τις τῶν παρόντων:
παραιτητέον εἰς ταῦτ ἀποβλέποντάς ἐστι τὸ γαστρίζεσθαι.
δεῖπνον γὰρ ἀτελὲς οὐ ποιεῖ παροινίαν, ὡς Ἄμφις φησὶν ἐν Πανί, οὐδὲ ὕβρεις καὶ προπηλακισμούς, ὡς Ἄλεξις ἐν Ὀδυσσεῖ ὑφαίνοντι μαρτυρεῖ διὰ τούτων φιλεῖ γὰρ ἡ μακρὰ συνουσία καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθ ἡμέραν ποιεῖν σκῶψιν , ἡ σκῶψις δὲ λυπεῖ πλεῖον ἢ τέρπει πολύ. τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίνετ ἂν δ εἴπῃς ἅπαξ, εὐθὺς ἀντήκουσας ἤδη λοιδορεῖσθαι λείπεται, εἶτα τύπτεσθαι δέδεικται καὶ παροινεῖν.
β. ταῦτα γὰρ κατὰ φύσιν πέφυκεν οὕτως : καὶ τί μάντεως ἔδει·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기