- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 15

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 15)

Ἀντίγονος δ ὁ Καρύστιος ἐν τῷ Μενεδήμου βίῳ τὴν διάταξιν διηγούμενος τοῦ παρὰ τῷ φιλοσόφῳ συμποσίου φησὶν ὅτι ἠρίστα μὲν δεύτερος ἢ τρίτος καθ αὑτὸν κἆτ ἔδει καὶ τοὺς λοιποὺς παρεῖναι δεδειπνηκότας.? ἦν γὰρ τὸ τοῦ Μενεδήμου τοιοῦτον ἄριστον, μετὰ δὲ ταῦτα εἰσεκάλουν τοὺς παραγινομένους: ὧν, ὡς ἐοίκεν, ὅτε προτερήσειαν ἔνιοι τῆς ὡρ´ας, ἀνακάμπτοντες παρὰ τὰς θύρας ἀνεπυνθάνοντο τῶν ἐξιόντων παίδων τί τὸ παρακείμενον εἰή καὶ πῶς ἔχοι τῆς τοῦ χρόνου συμμετρίας τὸ ἄριστον. ὅτε μὲν οὖν ἀκούσειαν λάχανον ἢ τάριχος, ἀνεχώρουν, ὅτε δ ὅτι κρεᾴδιον, εἰσῄεσαν εἰς τὸν ἐπὶ τοῦτο παρεσκευασμένον οἶκον. ἦν δὲ τοῦ μὲν θέρους ἡτοιμασμένη ψίαθος ἐφ ἑκάστης κλίνης, τοῦ δὲ χειμῶνος κώδιον προσκεφάλαιον δ αὐτὸν φέρειν ἕκαστον ἔδει.

τὸ δὲ περιαγόμενον ποτήριον οὐ μεῖζον ἦν κοτυλιαίου, τράγημα δὲ θέρμος μὲν ἢ κύαμος συνεχῶς, ποτὲ δὲ καὶ τῶν ὡρίων εἰσεφέρετό τι, τοῦ μὲν θέρους ἄπιος ἢ ῥόα, τοῦ δ ἐάρος ὦχροι, κατὰ δὲ τὴν χειμερινὴν ὡρ´αν ἰσχάδες. μαρτυρεῖ δὲ καὶ περὶ τούτων Λυκόφρων ὁ Χαλκιδεὺς γράψας σατύρους Μενέδημον, ἐν οἷς φησιν ὁ Σιληνὸς πρὸς τοὺς σατύρους: παῖδες κρατίστου Πανὸς ἐξωλέστατοι, ἐγὼ μὲν ὑμῖν, ὡς ὁρᾶτε, στρηνιῶ δεῖπνον γὰρ οὔτ ἐν Καρίᾳ, μὰ τοὺς θεούς, οὔτ ἐν Ῥόδῳ τοιοῦτον οὔτ ἐν Λυδίᾳ κατέχω δεδειπνηκώς.

Ἄπολλον, ὡς καλόν. καὶ προελθών: ἀλλὰ κυλίκιον ὑδαρὲς ὁ παῖς περιῆγε τοῦ πεντωβόλου, ἀτρέμα παρεξεστηκός: ὅ τ ἀλιτήριος καὶ δημόκοινος ἐπεχόρευε δαψιλὴς θέρμος, πενήτων καὶ τρικλίνου συμπότης. ἑξῆς δέ φησιν ὅτι ζητήσεις ἦσαν παρὰ πότον τράγημα γὰρ ὁ σωφρονιστὴς πᾶσιν ἐν μέσῳ λόγος.

"ὁ ὄρνις κατελάμβανε τὴν ἑώ καλῶν, τοῖσι δὲ οὐδέπω κόρος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION