- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 12

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 12)

καὶ Φαρσάλιοι δὲ κωμῳδοῦνται ὡς πολυφάγοι.? Μνησίμαχος γοῦν ἐν Φιλίππῳ φησί: τῶν Φαρσαλίων ἥκει τις ἵνα καὶ τὰς τραπέζας καταφάγῃ· β. οὐδεὶς πάρεστιν. α. εὖ γε δρῶντες. ἆρά που ὀπτὴν κατεσθίουσι πόλιν Ἀχαικήν· ὅτι δὲ καὶ πάντες Θετταλοὶ ὡς πολυφάγοι διεβάλλοντο Κράτης φησὶν ἐν Λαμίᾳ: ἔπη τριπήχη Θετταλικῶς τετμημένα. τοῦτο δ εἶπεν ὡς τῶν Θετταλῶν μεγάλα κρέα τεμνόντων. φιλέταιρος δ ἐν Λαμπαδηφόροις: καὶ χειροβαρὲς σαρκὸς ὑείας Θετταλότμητον κρέας. ἔλεγον δὲ καὶ Θετταλικὴν ἔνθεσιν τὴν μεγάλην. Ἕρμιππος Μοίραις: ὁ Ζεὺς δὲ τούτων οὐδὲν ἐνθυμούμενος μύων ξυνέπλαττε Θετταλικὴν τιν ἔνθεσιν.

ταῦτα δὲ καπανικὰ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς: τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν· β. τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα· οἱο῀ν τὰ ἁμαξιαῖα: Θετταλοὶ γὰρ τὰς ἀπήνας καπάνας ἔλεγον. Ξέναρχος Σκύθαις: ἑπτὰ δὲ καπάνας ἔτρεφον εἰς Ὀλύμπια.

β. τί λέγεις· καπάνας· πῶς· Α. καπάνας Θετταλοὶ πάντες καλοῦσι τὰς ἀπήνας. β. μανθάνω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION