호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Θεαγένης δ ὁ Θάσιος ἀθλητὴς ταῦρον μόνος κατέφαγεν, ὡς Ποσείδιππός φησιν ἐν ἐπιγράμμασι καὶ περὶ συνθεσίης ἔφαγόν ποτε Μῃόνιον βοῦν πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος Θευγένει:? ἅσσα φαγὼν: ἔτ ἐπῄτεον. εἵνεκα τούτου, χάλκεος ἑστήκω χεῖρα προισχόμενος. Μίλων δ ὁ Κροτωνιάτης, ὥς φησιν ὁ Ιἑραπολίτης Θεόδωρος ἐν τοῖς περὶ ἀγώνων, ἤσθιε μνᾶς κρεῶν εἴκοσι καὶ τοσαύτας ἄρτων οἴνου τε τρεῖς χοᾶς ἔπινεν. ἐν δὲ Ὀλυμπίᾳ ταῦρον ἀναθέμενος τοῖς ὤμοις τετραέτη καὶ τοῦτον περιενέγκας τὸ στάδιον μετὰ ταῦτα δαιτρεύσας μόνος αὐτὸν κατέφαγεν ἐν μιᾷ ἡμέρᾳ. Τίτορμός τε ὁ Αἰτωλὸς διηριστήσατο αὐτῷ βοῦν, ὡς ἱστορεῖ ὁ Αἰτωλὸς ἈλέξανδροσΣ32. Φύλαρχος δέ φησιν ἐν τῇ γ τῶν ἱστοριῶν τὸν Μίλωνα ταῦρον καταφαγεῖν κατακλιθέντα πρὸ τοῦ βωμοῦ τοῦ Διός: διὸ καὶ ποιῆσαι εἰς αὐτὸν Δωριέα τὸν ποιητὴν τάδε:
τοῖος ἐήν Μίλων, ὅτ ἀπὸ χθονὸς ἤρατο βρῖθος, τετραέτη δαμάλην ἐν Διὸς εἰλαπίναις, ὤμοις δὲ κτῆνος τὸ πελώριον ὡς νέον ἄρνα ἤνεγκεν δι ὅλης κοῦφα πανηγύρεως. καὶ θάμβος μέν, ἀτὰρ τοῦδε πλέον ἤνυσε θαῦμα πρόσθεν Πισαίου, ξεῖνε, θυηπολίου:
ὃν γὰρ ἐπόμπευσεν βοῦν ἄζυγον, εἰς κρέα τόνδε κόψας πάντα κατ οὖν μοῦνος ἐδαίσατό νιν. Ἀστυάναξ δ ὁ Μιλήσιος τρὶς Ὀλύμπια νικήσας κατὰ τὸ ἑξῆς παγκράτιον κληθείς ποτε ἐπὶ δεῖπνον ὑπὸ Ἀριοβαρζάνου τοῦ Πέρσου καὶ ἀφικόμενος ὑπέσχετο φαγεῖν πάντα τὰ πᾶσι παρασκευασθέντα καὶ κατέφαγε. τοῦ Πέρσου δ αὐτὸν ἀξιώσαντος, ὡς ὁ Θεόδωρος ἱστορεῖ, ἄξιόν τι ποιῆσαι τῶν κατὰ τὴν ἰσχὺν φακὸν τῆς κλίνης περίχαλκον ὄντα κλάσας ἐξέτεινε μαλάξας.
τελευτήσαντος δ αὐτοῦ καὶ κατακαυθέντος οὐκ ἐχώρησε μία ὑδρία τὰ ὀστέα, μόλις δὲ δύο. παρεσκευασμένα παρὰ τῷ Ἀριοβαρζάνῃ εἰς τὸ δεῖπνον μόνον καταφαγεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기