호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καλόν γε τό τέλος τῆς εὐδαιμονίας τῷ φιλοσόφῳ ἡ μυρεψική τέχνη ἀκόλουθός τε τῇ Σωκράτους φιλοσοφίᾳ, ἀνδρὸς τοῦ καὶ τὴν τοιαύτην χρῆσιν τῶν μύρων ἀποδοκιμάσαντος, Σόλωνος δὲ τοῦ νομοθέτου οὐδ ἐπιτρέποντος ἀνδρὶ τοιαύτης προίστασθαι τέχνης:? διὸ καὶ Φερεκράτης ἐν Ἰπνῷ ἢ Παννυχίδι φησὶν κᾆτα μυροπωλεῖν τί μαθόντ ἄνδρ ἐχρῆν καθήμενον ὑψηλῶς ὑπὸ σκιαδείῳ, κατεσκευασμένον συνέδριον τοῖς μειρακίοις ἐλλαλεῖν δι ἡμέρας· εἶθ ἑξῆς φησιν ι αὐτίκ οὐδεὶς οὔτε μαγείραιναν εἶδε πώποτε οὔτε μὴν οὐδ ἰχθυοπώλαιναν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기