호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καλόν γε τό τέλοσ τῆσ εὐδαιμονίασ τῷ φιλοσόφῳ ἡ μυρεψική τέχνη ἀκόλουθόσ τε τῇ Σωκράτουσ φιλοσοφίᾳ, ἀνδρὸσ τοῦ καὶ τὴν τοιαύτην χρῆσιν τῶν μύρων ἀποδοκιμάσαντοσ, Σόλωνοσ δὲ τοῦ νομοθέτου οὐδ’ ἐπιτρέποντοσ ἀνδρὶ τοιαύτησ προίστασθαι τέχνησ· διὸ καὶ Φερεκράτησ ἐν Ἰπνῷ ἢ Παννυχίδι φησὶν κᾆτα μυροπωλεῖν τί μαθόντ’ ἄνδρ’ ἐχρῆν καθήμενον ὑψηλῶσ ὑπὸ σκιαδείῳ, κατεσκευασμένον συνέδριον τοῖσ μειρακίοισ ἐλλαλεῖν δι’ ἡμέρασ; εἶθ’ ἑξῆσ φησιν ι αὐτίκ’ οὐδεὶσ οὔτε μαγείραιναν εἶδε πώποτε οὔτε μὴν οὐδ’ ἰχθυοπώλαιναν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기