호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοσαῦτα τοῦ Μυρτίλου ἑξῆς καταλέξαντος καὶ πάντων αὐτὸν ἐπὶ τῇ μνήμῃ θαυμασάντων ὁ Κύνουλκος ἔφη :? "ἵππων ἔφη ὁ ἄθεος. "ἀλλὰ καὶ Ἡράκλειτος ὁ θεῖός φησι: "πουλυμαθίη νόον ἔχειν οὐ διδάσκει. "καὶ ὁ Τίμων δὲ ἔφη: "ἐν δὲ πλατυσμὸς πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον ἄλλο. "τί γὰρ ὄφελος τῶν τοσούτων ὀνομάτων, ὦ γραμματικέ, πάντων ἐπιτρῖψαι μᾶλλον ἢ σωφρονίσαι δυναμένων τοὺς ἀκούοντας· "καὶ ἐὰν μὲν τίς σου πύθηται τίνες ἦσαν οἱ εἰς τὸν δούρειον ἵππον ἐγκατακλεισθέντες, ἑνὸς καὶ δευτέρου ἴσως ἐρεῖς ὄνομα: "καὶ οὐδὲ ταῦτ ἐκ τῶν Στησιχόρου, σχολῇ γάρ, ἀλλ ἐκ τῆς Σακάδου τοῦ Ἀργείου Ἰλίου Πέρσιδος: "οὗτος γὰρ παμπόλλους τινὰς κατέλεξεν. "ἀλλὰ μὴν οὐδὲ τῶν Ὀδυσσέως ἑταίρων ἔχοις ἂν οὕτως εὐρύθμως καταλέξαι τὰς προσηγορίας καὶ τίνες οἱ ὑπὸ τοῦ Κύκλωπος αὐτῶν καταβρωθέντες ἢ ὑπὸ τῶν Λαιστρυγόνων καὶ εἰ ὄντως κατεβρώθησαν ὅστις οὖν οὐδὲ τοῦτ οἶδας, καίτοι συνεχῶς Φυλάρχου μνήμην ποιούμενος, ὅτι ἐν ταῖς Κείων πόλεσιν οὔτε ἑταίρας οὔτε αὐλητρίδας ἰδεῖν ἔστι. "καὶ ὁ Μυρτίλος: "τοῦτο δὲ ποῦ εἴρηκεν ὁ Φύλαρχος· "κατανέγνων γὰρ αὐτοῦ πᾶσαν τὴν Ἱστορίαν. "εἰπόντος δ ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ, ὁ Μυρτίλος ἔφη: "εἶτ οὐκ ἐγὼ δικαίως πάντας ὑμᾶς τοὺς φιλοσόφους μισῶ μισοφιλολόγους ὄντας· "οὓς οὐ μόνον Λυσίμαχος ὁ βασιλεὺς ἐξεκήρυξε τῆς ἰδίας βασιλείας ἀπελαύνων, ὡς ὁ Καρύστιός φησιν ἐν Ἱστορικοῖς Ὑπομνήμασιν, ἀλλὰ καὶ Ἀθηναῖοι. "Ἄλεξις γοῦν ἐν Ἱππεῖ φησίν τοῦτ ἔστιν Ἀκαδήμεια, τοῦτο Ξενοκράτης· "πόλλ ἀγαθὰ δοῖεν οἱ θεοὶ Δημητρίῳ καὶ τοῖς νομοθέταις, διότι τοὺς τὰς τῶν λόγων, ὥς φασι, δυνάμεις παραδιδόντας τοῖς νέοις ἐς κόρακας ἐρρίφασιν ἐκ τῆς Ἀττικῆς. καὶ Σοφοκλῆς δέ τις ψηφίσματι ἐξήλασε πάντας φιλοσόφους τῆς Ἀττικῆς, καθ οὗ λόγον ἔγραψε Φίλων ὁ Ἀριστοτέλους γνώριμος, ἀπολογίαν ὑπὲρ τοῦ Σοφοκλέους Δημοχάρους πεποιηκότος τοῦ Δημοσθένους ἀνεψιοῦ. καὶ Ῥωμαῖοι δ οἱ πάντα ἄριστοι ἐξέβαλον τοὺς σοφιστὰς τῆς Ῥώμης ὡς διαφθείροντας τοὺς νέους: "ἔπειτ οὐκοἶδ ὅπως κατεδέξαντο. "ἐμφανίζει δ ὑμῶν καὶ τὸ ἀνόητον Ἀνάξιππος ὁ κωμῳδιοποιὸς ἐν Κεραυνουμένῳ λέγων οὕτως: "οἴμοι, φιλοσοφεῖς, ἀλλὰ τούς γε φιλοσόφους ἐν τοῖς λόγοις φρονοῦντας εὑρίσκω μόνον, ἐν τοῖσι δ ἔργοις ὄντας ἀνοήτους: "ὁρῶ. Εἰκότως οὖν πολλαὶ τῶν πόλεων καὶ μάλιστα ἡ Λακεδαιμονίων, ὡς Χαμαιλέων φησὶν ἐν τῷ περὶ Σιμωνίδου, οὐ προσίενται οὔτε ῥητορικὴν οὔτε φιλοσοφίαν διὰ τὰς ἐν τοῖς λόγοις ὑμῶν φιλοτιμίας καὶ ἔριδας καὶ τοὺς ἀκαίρους ἐλέγχους: "δι οὓς Σωκράτης μὲν ἀπέθανεν ὁ πρὸς τοὺς εἰς τὰ δικαστήρια διακληρουμένους διαλεγόμενος περὶ τοῦ δικαίου κλεπτιστάτους ὄντας: "ἀπέθανεν δὲ διὰ ταῦτα καὶ Θεόδωρος ὁ ἄθεος καὶ Διαγόρας ἐφυγαδεύθη: ": "ὅτε καὶ πλέων ναυαγίῳ ἐχρήσατο: "Διότιμος δ ὁ γράψας τὰ κατ Ἐπικούρου βιβλία ὑπὸ Ζήνωνος τοῦ Ἐπικουρείου ἐξαιτηθεὶς ἀνῃρέθη, ὥς φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις. "συνελόντι δὲ εἰπεῖν κατὰ τὸν Σολέα Κλέαρχον οὐ καρτερικὸν βίον ἀσκεῖτε, κυνικὸν δὲ τῷ ὄντι ζῆτε: "καίτοι τοῦ ζῴου τούτου ἐν τέτταρσι τὴν φύσιν περιττὴν ἔχοντος, ὧνπερ ὑμεῖς τὰ χείρω μερισάμενοι τηρεῖτε. "αἰσθήσει τε γὰρ τῇ πρὸς ὄσφρανσιν καὶ πρὸς τὸ οἰκεῖον καὶ ἀλλότριον θαυμαστὸν καὶ τῷ συνανθρωπίζον οἰκουρὸν εἶναι καὶ φυλακτικὸν τοῦ τῶν εὖ δρώντων βίου πάντων περιττότατον ὧν οὐδέτερον πρόσεστιν ὑμῖν τοῖς τὸν κυνικὸν βίον μιμουμένοις. "οὔτε γὰρ συνανθρωπίζετε οὔτε διαγινώσκετε οὐδένα τῶν ὁμιλούντων, αἰσθήσει τε πολλῷ ὑστεροῦντες ἀργῶς καὶ ἀφυλάκτως ζῆτε, λοιδόρου δὲ καὶ παμφάγου τοῦ ζῴου πεφυκότος, ἔτι δὲ ταλαιπώρου καὶ γυμνοῦ τὸν βίον, ἄμφω ταῦτα μελετᾶτε, κακολόγοι καὶ βοροὶ πρός τε τούτοις ἄνοικοι καὶ ἀνέστιοι βιοῦντες. "ἐξ ὧν ἁπάντων ἀλλότριοι μὲν ἀρετῆς, μάταιοι δὲ ἐστὲ εἰς τὸ τοῦ βίου χρήσιμον. "οὐδὲν γάρ ἐστι τῶν καλουμένων φιλοσόφων ἀφιλοσοφώτερον. "τίς γὰρ ἤλπισεν Αἰσχίνην τὸν Σωκρατικὸν τοιοῦτον γεγενῆσθαι τοὺς τρόπους ὁποῖόν φησι Λυσίας ὁ ῥήτωρ ἐν τοῖς τῶν Συμβολαίων λόγοις· "ὃν ἐκ τῶν φερομένων ὡς αὐτοῦ διαλόγων θαυμάζομεν ὡς ἐπιεικῆ καὶ μέτριον, πλὴν εἰ μὴ ὡς ἀληθῶς τοῦ σοφοῦ Σωκράτους ἐστὶν συγγράμματα , ἐχαρίσθη δὲ αὐτῷ ὑπὸ Ξανθίππης τῆς Σωκράτους γυναικὸς μετὰ τὸν ἐκείνου θάνατον, ὡς οἱ ἀμφὶ τὸν Ἰδομενέα φασίν. ἀλλ ὅ γε Λυσίας ἐν τῷ ἐπιγραφομένῳ λόγῳ οὑτωσὶ πρὸς Αἰσχίνην τὸν Σωκρατικὸν χρέως - ἀπομνημονεύσω δ ἐγώ, εἰ καὶ πολλά ἐστι τὰ λεχθέντα, διὰ τὸν βρένθον ὑμῶν τὸν πολύν, ὦ φιλόσοφοι: "ἄρχεται δ οὕτως ὁ ῥήτωρ οὐκ ἂν ποτ ᾠήθην, ὦ ἄνδρες δικασταί, Αἰσχίνην τολμῆσαι οὕτως αἰσχρὰν δίκην δικάσασθαι, νομίζω δ οὐκ ἂν ῥᾳδίως αὐτὸν ἑτέραν ταύτης συκοφαντωδεστέραν ἐξευρεῖν. οὗτος γάρ, ὦ ἄνδρες δικασταί, ὀφείλων ἀργύριον ἐπὶ τρισὶ δραχμαῖς Σωσινόμῳ τῷ τραπεζίτῃ καὶ Ἀριστογείτονι, προσελθὼν πρὸς ἐμὲ ἐδεῖτο μὴ περιιδεῖν αὐτὸν διὰ τοὺς τόκους ἐκ τῶν ὄντων ἐκπεσόντα. "κατασκευάζομαι δ, ἔφη, τέχνην μυρεψικὴν ἀφορμῆς δὲ δέομαι, καταθήσω δέ σοι ἐννέ ὀβολοὺς τῆς μνᾶς τόκους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기