- 텍스트

Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 88

(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 88)

ἐπικατάφορος δὲ ὢν ὁ ποιητὴς οὗτος ἐπὶ τὰ ἄνθη καὶ ἐν Ἀλφεσιβοίᾳ φησίν καὶ σώματος μὲν ὄψιν ἀντηυγάζετο στίλβουσα λευκῷ χρωτὶ καὶ διαπρεπής.? αἰδὼς δ ἐπερρύθμιζεν ἠπιώτατον ἐρύθημα λαμπρῷ προστιθεῖσα χρώματι: κόμαι δὲ κηροχρῶτος ὡς ἀγάλματος αὐτοῖσι βοστρύχοισιν ἐκπεπλασμένου ξουθοῖσιν ἀνέμοις ἐνετρύφων φορούμεναι. ἐν δὲ τῇ Ιοἶ ἐάρος τέκνα προσηγόρευε τὰ ἄνθη: ἀνθηροῦ τέκνα ἐάρος πέριξ στρώσαντες.

ἐν δὲ Κενταύρῳ, ὅπερ δρᾶμα πολύμετρόν ἐστιν, λειμῶνος τέκνα: ἔνθ αἱ μὲν αὐτῶν εἰς ἀπείρονα στρατὸν ἀνθέων ἄλογχον ἐστράτευσαν, ἡδοναῖς θηρώμεναι θάλλοντα λειμώνων τέκνα. ἐν δὲ Διονύσῳ: χορῶν ἐραστὴς κισσός, ἐνιαυτοῦ δὲ παῖς. περὶ δὲ ῥόδων ἐν Ὀδυσσεῖ φησιν οὕτως: κόμαισιν ῾ Ὡρῶν ὄμματ εὐανθῆ ῥόδα εἶχον, τιθήνημ ἐάρος ἐκπρεπέστατον. καὶ ἐν Θυέστῃ:

ῥόδ ὀξυφεγγῆ κρίνεσιν ἀργεννοῖς ὁμοῦ. ἐν δὲ Μινύαις πολλὴν ὀπώραν Κύπριδος εἰσορᾶν παρῆν, ἄκραισι περκάζουσαν οἰνάνθαις χρόνου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION