호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ αὐτὸς ἱστορεῖ Φύλαρχος διὰ τῆς εἰκοστῆς ὅσην ἐλέφας τὸ ζῷον φιλοστοργίαν ἔσχεν εἰς παιδίον.? τὸ δ αὐτὸ ἐποίει καὶ ὁ ἄρρην ἐλέφας πολλάκις. γράφει δ οὕτως: "τούτῳ δὲ τῷ ἐλέφαντι συνετρέφετο θήλεια ἐλέφας ἣν Νίκαιαν ἐκάλουν ᾧ τελευτῶσα ἡ τοῦ τρέφοντος Ἰνδοῦ γυνὴ παιδίον αὑτῆς τριακοσταῖον παρακατέθετο: "ἀποθανούσης δὲ τῆς ἀνθρώπου δεινή τις φιλοστοργία γέγονε τοῦ θηρίου πρὸς τὸ παιδίον οὔτε γὰρ ἀπ αὐτοῦ χωριζόμενον τὸ βρέφος ὑπέμενεν, τὸ δὲ εἰ μὴ βλέποι τὸ παιδίον ἤσχαλλεν. "ὅτ οὖν ἡ τροφὸς ἐμπλήσειεν αὐτὸ γάλακτος, ὁ ἀνὰ μέσον τῶν ποδῶν τοῦ θηρίου ἐτίθει αὐτὸ ἐν σκάφῃ: "εἰ δὲ μὴ τοῦτο πεποιήκοι, τροφὴν οὐκ ἐλάμβανεν ἡ ἐλέφας. "καὶ μετὰ ταῦτα δι ὅλης τῆς ἡμέρας τοὺς καλάμους λαμβάνων ἐκ: "τῶν παρατιθεμένων χορτασμάτων καθεύδοντος τοῦ βρέφους τὰς μυίας ἀπεσόβει: "ὅτε δὲ κλαίοι, τῇ προβοσκίδι τὴν σκάφην ἐκίνει καὶ κατεκοίμιζεν αὐτό.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기