호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"κοίρανος, φησίν, ὁ Μιλήσιος ἰδὼν ἁλιέας τῷ δικτύῳ λαβόντας δελφῖνα καὶ μέλλοντας κατακόπτειν ἀργύριον δοὺς καὶ παραιτησάμενος ἀφῆκεν εἰς τὸ πέλαγος.? "καὶ μετὰ ταῦτα ναυαγίᾳ χρησάμενος περὶ Μύκονον καὶ πάντων ἀπολομένων μόνος ὑπὸ δελφῖνος ἐσώθη ὁ Κοίρανος. "τελευτήσαντος δ αὐτοῦ γηραιοῦ ἐν τῇ πατρίδι καὶ τῆς ἐκφορᾶς παρὰ τὴν θάλατταν γιγνομένης κατὰ τύχην ἐν τῇ Μιλήτῳ, ἐν τῷ λιμένι πλῆθος δελφίνων ἐφάνη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μικρὸν ἀπωτέρω τῶν συνεκκομιζόντων τὸν Κοίρανον, ὡσεὶ συνεκφερόντων καὶ συγκηδευόντων τὸν ἄνθρωπον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기