- 텍스트

Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 83 2:

(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 83 2:)

"αὕτη δέ, φησί, καὶ ἔμελλε τὰ Πύθια αὐλεῖν, εἰ μὴ ὑπὸ τοῦ πλήθους ἐκωλύθη.? "τῷ δὲ Λυκόλα τοῦ Τριχονείου υἱῷ Φυσκίδᾳ ὄντι καλῷ Ὀνόμαρχος ἔδωκεν, φησί, στέφανον χρυσοῦν δάφνης, Ἐφεσίων ἀνάθημα. "οὗτος ὁ παῖς πρὸς Φίλιππον ἀχθεὶς ὑπὸ τοῦ πατρὸς κἀκεῖ προαγωγευόμενος οὐδὲν λαβὼν ἀπεστάλη, τῷ Ἐπιλύκου τοῦ Ἀμφιπολίτου υἱῷ ὄντι καλῷ Δαμίππῳ, , , Πλεισθένους ἀνάθημα Ὀνόμαρχος ἔδωκε. "Φαρσαλίᾳ τῇ Θεσσαλίδι ὀρχηστρίδι δάφνης στέφανον χρυσοῦν Φιλόμηλος ἔδωκε, Λαμψακηνῶν ἀνάθημα. "αὕτη ἡ Φαρσαλία ἐν Μεταποντίῳ ὑπὸ τῶν ἐν τῇ ἀγορᾷ μάντεων, γενομένης φωνῆς ἐκ τῆς δάφνης τῆς χαλκῆς ἣν ἔστησαν Μεταποντῖνοι κατὰ τὴν Ἀριστέα τοῦ Προκονησίου ἐπιδημίαν, ὅτ ἔφησεν ἐξ Ὑπερβορέων παραγεγονέναι, ὡς τάχιστα ὤφθη εἰς τὴν ἀγορὰν ἐμβαλοῦσα, ἐμμανῶν γενομένων τῶν μάντεων διεσπάσθη ὑπ αὐτῶν. καὶ τῶν ἀνθρώπων ὕστερον ἀναζητούντων τὴν αἰτίαν εὑρέθη διὰ τὸν τοῦ θεοῦ στέφανον ἀνῃρημένη.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION