- 텍스트

Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 80

(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 80)

φιλόπαις δ ἦν ἐκμανῶς καὶ Ἀλέξανδρος ὁ βασιλεύς.? Δικαίαρχος γοῦν ἐν τῷ περὶ τῆς ἐν Ἰλίῳ Θυσίας Βαγώου τοῦ εὐνούχου οὕτως αὐτόν φησιν ἡττᾶσθαι ὡς ἐν ὄψει θεάτρου ὅλου καταφιλεῖν αὐτὸν ἀνακλάσαντα, καὶ τῶν θεατῶν ἐπιφωνησάντων μετὰ κρότου οὐκ ἀπειθήσας πάλιν ἀνακλάσας ἐφίλησεν. "Χάρωνι, φησί, τῷ Χαλκιδεῖ παῖς καλὸς ἦν καὶ εἶχεν εὖ πρὸς αὐτόν.

ὡς δ Ἀλέξανδρος παρὰ Κρατερῷ αὐτὸν ἐπῄνεσεν γενομένου πότου, ὁ Χάρων ἐκέλευσε τὸν παῖδα καταφιλῆσαι τὸν Ἀλέξανδρον καὶ ὃς μηδαμῶς, εἶπεν, οὐ γὰρ οὕτως ἐμὲ εὐφρανεῖ ὡς σὲ λυπήσει ὥσπερ γὰρ ἦν ἐρωτικὸς ὁ βασιλεὺς οὗτος, οὕτως καὶ πρὸς τὸ καθῆκον ἐγκρατὴς καὶ πρὸς τὸ πρεπωδέστατον. "αἰχμαλώτους γοῦν λαβὼν τὰς Δαρείου θυγατέρας καὶ τὴν γυναῖκα κάλλει διαπρεπεστάτην οὖσαν οὐ μόνον ἀπέσχετο, ἀλλ οὐδὲ ἐκείνας μαθεῖν ἐποίησεν ὅτι εἰσὶν αἰχμάλωτοι, ἀλλ ὡς ἔτι Δαρείου ἐν τῇ βασιλείᾳ ὄντος πάντα αὐταῖς χορηγεῖσθαι ἐκέλευσεν. "διόπερ καὶ Δαρεῖος τοῦτο μαθὼν ηὔξατο τῷ Ἡλίῳ τὰς χεῖρας ἀνατείνας ἢ αὐτὸν βασιλεύειν ἢ Ἀλέξανδρον. Ῥαδαμάνθυος δὲ τοῦ δικαίου Ἴβυκος ἐραστήν φησι γενέσθαι Τάλων.

Διότιμος δ ἐν τῇ Ἡρακλείᾳ Εὐρυσθέα φησὶν Ἡρακλέους γενέσθαι παιδικά, διόπερ καὶ τοὺς ἄθλους ὑπομεῖναι. Ἀγαμέμνονά τε Ἀργύννου ἐρασθῆναι λόγος, ἰδόντα ἐπὶ τῷ Κηφισῷ νηχόμενον: ἐν ᾧ καὶ τελευτήσαντα αὐτὸν συνεχῶς γὰρ ἐν τῷ ποταμῷ τούτῳ ἀπελούετο θάψας εἵσατο καὶ ἱερὸν αὐτόθι Ἀφροδίτης Ἀργυννίδος. Λικύμνιος δ ὁ Χῖος ἐν Διθυράμβοις Ἀργύννου φησὶν ἐρώμενον Ὑμέναιον γενέσθαι. Ἀντιγόνου δὲ τοῦ βασιλέως ἐρώμενος ἦν Ἀριστοκλῆς ὁ κιθαρῳδός, περὶ οὗ Ἀντίγονος ὁ Καρύστιος ἐν τῷ Ζήνωνος Βίῳ γράφει οὕτως : "Ἀντίγονος ὁ βασιλεὺς ἐπεκώμαζε τῷ Ζήνωνι.

"καί ποτε καὶ μεθ ἡμέραν ἐλθὼν ἔκ τινος πότου καὶ ἀναπηδήσας πρὸς τὸν Ζήνωνα ἔπεισεν αὐτὸν συγκωμάσαι αὑτῷ πρὸς Ἀριστοκλέα τὸν κιθαρῳδόν, οὗ σφόδρα ἤρα ὁ βασιλεύς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION